INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>饗宴>第3部 アガトンの演説(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第2部 エリュクシマコスとアリストパネスの演説目次へ戻る次へ →第4部 ソクラテス/ディオティマの愛の教え

PLATO · SYMPOSIUM · 193e–201c

第3部 アガトンの演説

Part III — The Speech of Agathon
Stephanus 193e–201c全 5 区分日希逐語訳

悲劇詩人アガトンは、これまでの人々はエロースが与える善を讃えただけで、神そのものを讃えていないと言い、エロースを最も若く、柔らかく、しなやかで美しく、正義・節制・勇気・知恵を備えた神として、韻を踏む華やかな言葉で讃える。喝采のあと、ソクラテスは「讃美とは真実を語ることだと思っていた」と当惑してみせ、アガトンへの問いによって、恋は自分に欠けているものへの恋であり、エロースは美も善も欠いていることを確かめていく。

ひと目でわかる超要約饗宴(第3部)の要点

悲劇詩人アガトンは、これまでの人々はエロースが与える善を讃えただけで、神そのものを讃えていないと言い、エロースを最も若く、柔らかく、しなやかで美しく、正義・節制・勇気・知恵を備えた神として、韻を踏む華やかな言葉で讃える。喝采のあと、ソクラテスは「讃美とは真実を語ることだと思っていた」と当惑してみせ、アガトンへの問いによって、恋は自分に欠けているものへの恋であり、エロースは美も善も欠いていることを確かめていく。

解説・位置づけこの箇所の背景と読みどころ

宴の主人である悲劇詩人アガトンが、華麗な修辞を駆使して「エロースこそ最も若く、繊細で、正義・節制・勇気・知恵のすべてを備えた最も美しく善き神である」と謳い上げ、満場の拍手を浴びる。(『饗宴』全体の位置づけ:悲劇詩人アガトンの優勝祝賀の宴席で、参加者たちが順に愛の神エロースを讃える演説を行い、アリストパネスの「球体人間と半身探し」の神話、ソクラテスが巫女ディオティマから授かった「美のイデアへと昇る愛の階梯」、そして乱入したアルキビアデスによる「生きた哲学者ソクラテスへの讃辞」が繰り広げられる最高傑作。)

重要語句・哲学概念の読み方

アリストパネスの球体人間神話(半身への希求)
かつて人間は手足が4本ずつある球形の存在(男男・女女・男女の3種)だったが、神々に挑んでゼウスに二つに切り裂かれた。以来、人間が自らの失われた「もう一つの半身(シュンボロン)」を求めて一つに溶け合おうとする渇望こそがエロースであるという神話。
中間者(ダイモーン)としてのエロース
豊穣の神ポロス(工夫・富)と欠乏の乞食ペニア(貧困)の間に生まれたエロースは、神と人間・知恵と無知の「中間」に立つダイモーンであり、自らに欠けている「美と善」を永遠に自分のものにしようと恋い慕う「哲学する者(フィロソフォス)」の原型。
美の階梯(ディオティマの秘儀)とシレノスの像
①一つの美しい身体から②すべての美しい身体、③魂の美、④習俗と法の美、⑤諸学問の美へと階段を昇り、最後に永遠・純粋な「美そのもの(美のイデア)」を観て真の徳を産み出す愛の上昇過程。アルキビアデスは外見は醜いサテュロスだが開くと中に黄金の神像が入っている「シレノス像」にソクラテスをたとえた。
表示:

目次

  1. アガトンの番の前のやりとり193e–194e
  2. アガトンの演説――最も若く、柔らかな神194e–196b
  3. エロースの徳と知恵――結びの讃歌196b–197e
  4. ソクラテスの当惑――讃美とは真実を語ることか198a–199c
  5. アガトンへの問い――エロースは美を欠いている199c–201c

アガトンの番の前のやりとり193e–194e

193e

τὸν οὖν Σωκράτη εἰπεῖν καλῶς γὰρ αὐτὸς ἠγώνισαι, ὦ Ἐρυξίμαχε· εἰ δὲ γένοιο οὗ νῦν ἐγώ εἰμι, μᾶλλον δὲ ἴσως οὗ ἔσομαι ἐπειδὰν καὶ Ἀγάθων εἴπῃ εὖ, καὶ μάλʼ ἂν φοβοῖο καὶ ἐν παντὶ εἴης ὥσπερ ἐγὼ νῦν. φαρμάττειν βούλει με, ὦ Σώκρατες, εἰπεῖν τὸν Ἀγάθωνα, ἵνα θορυβηθῶ διὰ τὸ οἴεσθαι τὸ θέατρον προσδοκίαν μεγάλην ἔχειν ὡς εὖ ἐροῦντος ἐμοῦ. ἐπιλήσμων μεντἂν εἴην, ὦ Ἀγάθων, εἰπεῖν τὸν Σωκράτη, εἰ ἰδὼν τὴν σὴν ἀνδρείαν καὶ μεγαλοφροσύνην ἀναβαίνοντος ἐπὶ τὸν ὀκρίβαντα μετὰ τῶν ὑποκριτῶν, καὶ βλέψαντος ἐναντία τοσούτῳ θεάτρῳ, μέλλοντος ἐπιδείξεσθαι σαυτοῦ λόγους, καὶ οὐδʼ ὁπωστιοῦν ἐκπλαγέντος, νῦν οἰηθείην σε θορυβήσεσθαι ἕνεκα ἡμῶν ὀλίγων ἀνθρώπων. τί δέ, ὦ Σώκρατες; τὸν Ἀγάθωνα φάναι, οὐ δήπου με οὕτω θεάτρου μεστὸν ἡγῇ ὥστε καὶ ἀγνοεῖν ὅτι νοῦν ἔχοντι ὀλίγοι ἔμφρονες πολλῶν ἀφρόνων φοβερώτεροι; οὐ μεντἂν καλῶς ποιοίην, φάναι, ὦ Ἀγάθων, περὶ σοῦ τι ἐγὼ ἄγροικον δοξάζων· ἀλλʼ εὖ οἶδα ὅτι εἴ τισιν ἐντύχοις οὓς ἡγοῖο σοφούς, μᾶλλον ἂν αὐτῶν φροντίζοις ἢ τῶν πολλῶν. ἀλλὰ μὴ οὐχ οὗτοι ἡμεῖς ὦμεν—ἡμεῖς μὲν γὰρ καὶ ἐκεῖ παρῆμεν καὶ ἦμεν τῶν πολλῶν—εἰ δὲ ἄλλοις ἐντύχοις σοφοῖς, τάχʼ ἂν αἰσχύνοιο αὐτούς, εἴ τι ἴσως οἴοιο αἰσχρὸν ὂν ποιεῖν· ἢ πῶς λέγεις; ἀληθῆ λέγεις, φάναι. τοὺς δὲ πολλοὺς οὐκ ἂν αἰσχύνοιο εἴ τι οἴοιο αἰσχρὸν ποιεῖν; καὶ τὸν Φαῖδρον ἔφη ὑπολαβόντα εἰπεῖν ὦ φίλε Ἀγάθων, ἐὰν ἀποκρίνῃ Σωκράτει, οὐδὲν ἔτι διοίσει αὐτῷ ὁπῃοῦν τῶν ἐνθάδε ὁτιοῦν γίγνεσθαι, ἐὰν μόνον ἔχῃ ὅτῳ διαλέγηται, ἄλλως τε καὶ καλῷ. ἐγὼ δὲ ἡδέως μὲν ἀκούω Σωκράτους διαλεγομένου, ἀναγκαῖον δέ μοι ἐπιμεληθῆναι τοῦ ἐγκωμίου τῷ Ἔρωτι καὶ ἀποδέξασθαι παρʼ ἑνὸς ἑκάστου ὑμῶν τὸν λόγον· ἀποδοὺς οὖν ἑκάτερος τῷ θεῷ οὕτως ἤδη διαλεγέσθω. ἀλλὰ καλῶς λέγεις, ὦ Φαῖδρε, φάναι τὸν Ἀγάθωνα, καὶ οὐδέν με κωλύει λέγειν· Σωκράτει γὰρ καὶ αὖθις ἔσται πολλάκις διαλέγεσθαι.

そこでソクラテスは言ったという。「君自身は立派に競い終えたのだ、エリュクシマコス。だがもし君が、今私がいるところに、いやむしろ、アガトンも立派に語り終えたときに私がいるであろうところにいたなら、君もひどく恐れて、今の私のように途方に暮れるだろう」。「私に魔法をかけようというのですね、ソクラテス」とアガトンは言った。「私が立派に語るだろうと観客が大きな期待を抱いていると思わせて、私をうろたえさせようと」。「私はまったく忘れっぽい者だろう、アガトン」とソクラテスは言った、「もし私が、君が俳優たちと一緒に台の上に上がり、あれほどの観客を前にして、自分の言論を披露しようとしながら、少しもひるまなかった、その勇気と気宇の大きさを見ていながら、今、わずかな人数の私たちのために君がうろたえるだろうと思ったとしたら」。「何ですって、ソクラテス」とアガトンは言った、「まさかあなたは、私が劇場のことで頭がいっぱいで、知性ある者にとっては、少数の思慮ある人々のほうが多数の思慮のない人々よりも恐ろしいということさえ知らない、と思っているのではないでしょうね」。「それはよくないことだろう、アガトン」と彼は言った、「私が君について何か野暮なことを思いなすとしたら。むしろ私はよく知っている。もし君が、知恵ある人々だと思う誰かに出会ったら、多数の人々よりもその人々のことを気にかけるだろうということを。だが、私たちがそういう人々ではないかもしれない――というのも、私たちもあそこに居合わせていて、多数の人々のうちにいたのだから――。だがもし君が、ほかの知恵ある人々に出会ったら、何か醜いことをしていると思うなら、おそらくその人々に恥じ入るだろう。それとも、どう言うかね」。「本当のことをおっしゃいます」と彼は言った。「では、多数の人々には、何か醜いことをしていると思っても、恥じ入らないのかね」。するとパイドロスが口をはさんで言ったという。「親愛なるアガトン、もし君がソクラテスに答えれば、ここでのことがどうなろうと、もう彼には何の違いもなくなるだろう。ただ問答する相手さえいればね。とりわけ美しい相手なら。私はソクラテスが問答するのを喜んで聞くが、エロースへの讃美に気を配り、君たち一人一人から言論を受け取らねばならない。だから、二人ともそれぞれ神に〔言論を〕納めてから、そのうえで問答したまえ」。「いや、パイドロス、立派なことを言う」とアガトンは言った、「何も私が語るのを妨げはしない。ソクラテスとは、また後で何度でも問答できるのだから。

アガトンの演説――最も若く、柔らかな神194e–196b

194e

ἐγὼ δὲ δὴ βούλομαι πρῶτον μὲν εἰπεῖν ὡς χρή με εἰπεῖν, ἔπειτα εἰπεῖν. δοκοῦσι γάρ μοι πάντες οἱ πρόσθεν εἰρηκότες οὐ τὸν θεὸν ἐγκωμιάζειν ἀλλὰ τοὺς ἀνθρώπους εὐδαιμονίζειν τῶν ἀγαθῶν ὧν ὁ θεὸς αὐτοῖς αἴτιος· ὁποῖος δέ τις αὐτὸς ὢν ταῦτα ἐδωρήσατο, οὐδεὶς εἴρηκεν. εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν οἷος οἵων αἴτιος ὢν τυγχάνει περὶ οὗ ἂν ὁ λόγος ᾖ. οὕτω δὴ τὸν ἔρωτα καὶ ἡμᾶς δίκαιον ἐπαινέσαι πρῶτον αὐτὸν οἷός ἐστιν, ἔπειτα τὰς δόσεις. φημὶ οὖν ἐγὼ πάντων θεῶν εὐδαιμόνων ὄντων ἔρωτα, εἰ θέμις καὶ ἀνεμέσητον εἰπεῖν, εὐδαιμονέστατον εἶναι αὐτῶν, κάλλιστον ὄντα καὶ ἄριστον. ἔστι δὲ κάλλιστος ὢν τοιόσδε. πρῶτον μὲν νεώτατος θεῶν, ὦ Φαῖδρε. μέγα δὲ τεκμήριον τῷ λόγῳ αὐτὸς παρέχεται, φεύγων φυγῇ τὸ γῆρας, ταχὺ ὂν δῆλον ὅτι· θᾶττον γοῦν τοῦ δέοντος ἡμῖν προσέρχεται. ὃ δὴ πέφυκεν Ἔρως μισεῖν καὶ οὐδʼ ἐντὸς πολλοῦ πλησιάζειν. μετὰ δὲ νέων ἀεὶ σύνεστί τε καὶ ἔστιν· ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ ἀεὶ πελάζει. ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ, ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν, Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον· οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει. νέος μὲν οὖν ἐστι, πρὸς δὲ τῷ νέῳ ἁπαλός· ποιητοῦ δʼ ἔστιν ἐνδεὴς οἷος ἦν Ὅμηρος πρὸς τὸ ἐπιδεῖξαι θεοῦ ἁπαλότητα. Ὅμηρος γὰρ Ἄτην θεόν τέ φησιν εἶναι καὶ ἁπαλήν—τοὺς γοῦν πόδας αὐτῆς ἁπαλοὺς εἶναι—λέγων τῆς μένθʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδεος πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει. καλῷ οὖν δοκεῖ μοι τεκμηρίῳ τὴν ἁπαλότητα ἀποφαίνειν, ὅτι οὐκ ἐπὶ σκληροῦ βαίνει, ἀλλʼ ἐπὶ μαλθακοῦ. τῷ αὐτῷ δὴ καὶ ἡμεῖς χρησόμεθα τεκμηρίῳ περὶ ἔρωτα ὅτι ἁπαλός. οὐ γὰρ ἐπὶ γῆς βαίνει οὐδʼ ἐπὶ κρανίων, ἅ ἐστιν οὐ πάνυ μαλακά, ἀλλʼ ἐν τοῖς μαλακωτάτοις τῶν ὄντων καὶ βαίνει καὶ οἰκεῖ. ἐν γὰρ ἤθεσι καὶ ψυχαῖς θεῶν καὶ ἀνθρώπων τὴν οἴκησιν ἵδρυται, καὶ οὐκ αὖ ἑξῆς ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλʼ ᾗτινι ἂν σκληρὸν ἦθος ἐχούσῃ ἐντύχῃ, ἀπέρχεται, ᾗ δʼ ἂν μαλακόν, οἰκίζεται. ἁπτόμενον οὖν ἀεὶ καὶ ποσὶν καὶ πάντῃ ἐν μαλακωτάτοις τῶν μαλακωτάτων, ἁπαλώτατον ἀνάγκη εἶναι. νεώτατος μὲν δή ἐστι καὶ ἁπαλώτατος, πρὸς δὲ τούτοις ὑγρὸς τὸ εἶδος. οὐ γὰρ ἂν οἷός τʼ ἦν πάντῃ περιπτύσσεσθαι οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν. συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη, ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει· ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος. χρόας δὲ κάλλος ἡ κατʼ ἄνθη δίαιτα τοῦ θεοῦ σημαίνει· ἀνανθεῖ γὰρ καὶ ἀπηνθηκότι καὶ σώματι καὶ ψυχῇ καὶ ἄλλῳ ὁτῳοῦν οὐκ ἐνίζει Ἔρως, οὗ δʼ ἂν εὐανθής τε καὶ εὐώδης τόπος ᾖ, ἐνταῦθα δὲ καὶ ἵζει καὶ μένει.

さて私は、まず、どのように語るべきかを語り、それから語りたいと思う。というのも、私の思うには、これまで語った人々は皆、神を讃美したのではなく、神が人間たちに原因となって与える善いもののゆえに、人間たちを幸福だとたたえたのだ。だが、神自身がどのような者であってこれらを贈ったのかは、誰も語らなかった。だが、どんなものについての、どんな賞讃にも、正しいやり方は一つしかない。言論の対象となるものが、どのような者であって、どのようなものの原因となっているのかを、言論によって詳しく述べることだ。だから、私たちもエロースを、まずそれ自身がどのような者であるかを、次にその贈り物を讃えるのが正しい。そこで私は言う。すべての神々は幸福だが、エロースは――もし言うことが許され、神々の怒りを招かないなら――彼らのうちで最も幸福である。最も美しく、最もすぐれているのだから。そして最も美しい者であるのは、次のような者だからだ。まず第一に、パイドロス、神々のうちで最も若い。そしてその大きな証拠を、彼自身が言論に提供している。老年を逃げに逃げて避けるのだから。老年が速いのは明らかだ。少なくとも、必要以上に速く私たちにやって来るのだから。エロースは本性上それを憎み、遠くからでも近づこうとしない。そして常に若い者たちと一緒にいて、〔若い者〕なのだ。というのも、似た者は常に似た者に近づく、という古い言葉はよく言っているのだから。私はパイドロスとほかの多くの点では同意するが、エロースがクロノスやイアペトスよりも古いという点は同意しない。そうではなく、エロースは神々のうちで最も若く、常に若いのだと言う。そして、ヘシオドスやパルメニデスが語る神々をめぐる古い出来事は、もし彼らが本当のことを言っていたのなら、エロースによってではなく、アナンケ〔必然〕によって起こったのだ。というのも、もしエロースが彼らのうちにいたなら、互いの去勢や縛りつけや、そのほか多くの暴力的なことは起こらず、友愛と平和があったはずだ。エロースが神々の王となった今そうであるように。さて、彼は若い。そして若いことに加えて、柔らかい。だが、神の柔らかさを示すには、ホメロスのような詩人が必要だ。というのも、ホメロスは、アテが女神であり、柔らかいと言っている――少なくともその足は柔らかい、と。こう言うのだ。『その足は柔らかい。地面を踏むのではなく、人々の頭の上を歩むのだから』。そこで、彼女が硬いものの上ではなく、柔らかいものの上を歩むということによって、その柔らかさを示しているのは、立派な証拠だと私には思われる。そこで私たちも、エロースが柔らかいということについて、同じ証拠を用いよう。というのも、彼は地面の上も、まったく柔らかいとは言えない頭蓋の上も歩まず、存在するもののうちで最も柔らかいもののうちを歩み、そこに住むのだから。というのも、彼は神々と人間たちの性格と魂のうちに住まいを定めたのだ。それもすべての魂に次々とではなく、硬い性格をもつ魂に出会えば去り、柔らかい性格をもつ魂なら住みつく。だから、足でもあらゆる点でも、最も柔らかいもののうちで最も柔らかいものに常に触れているのだから、最も柔らかいのでなければならない。さて、彼は最も若く、最も柔らかい。そしてそのうえ、その姿はしなやかだ。というのも、もし硬かったなら、あらゆる方向から包み込むことも、どの魂にも、最初に入るときにも出るときにも気づかれずにいることもできなかったであろうから。そして、均整のとれたしなやかな姿の大きな証拠は、優美さである。エロースは、すべての人が同意するように、それをとりわけ持っている。というのも、不格好とエロースとのあいだには、常に互いに戦いがあるのだから。そして肌の美しさは、この神が花々のあいだで暮らすことが示している。というのも、花のない、花の散った身体にも魂にも、ほかの何にも、エロースはとまらないが、花の咲き誇る香しい場所があれば、そこにとまり、とどまるのだから。

エロースの徳と知恵――結びの讃歌196b–197e

196b

περὶ μὲν οὖν κάλλους τοῦ θεοῦ καὶ ταῦτα ἱκανὰ καὶ ἔτι πολλὰ λείπεται, περὶ δὲ ἀρετῆς Ἔρωτος μετὰ ταῦτα λεκτέον, τὸ μὲν μέγιστον ὅτι Ἔρως οὔτʼ ἀδικεῖ οὔτʼ ἀδικεῖται οὔτε ὑπὸ θεοῦ οὔτε θεόν, οὔτε ὑπʼ ἀνθρώπου οὔτε ἄνθρωπον. οὔτε γὰρ αὐτὸς βίᾳ πάσχει, εἴ τι πάσχει—βία γὰρ Ἔρωτος οὐχ ἅπτεται· οὔτε ποιῶν ποιεῖ—πᾶς γὰρ ἑκὼν Ἔρωτι πᾶν ὑπηρετεῖ, ἃ δʼ ἂν ἑκὼν ἑκόντι ὁμολογήσῃ, φασὶν οἱ πόλεως βασιλῆς νόμοι δίκαια εἶναι. πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει. εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι· εἰ δὲ ἥττους, κρατοῖντʼ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοῖ. καὶ μὴν εἴς γε ἀνδρείαν Ἔρωτι οὐδʼ Ἄρης ἀνθίσταται. οὐ γὰρ ἔχει ἔρωτα Ἄρης, ἀλλʼ Ἔρως Ἄρη—Ἀφροδίτης, ὡς λόγος—κρείττων δὲ ὁ ἔχων τοῦ ἐχομένου· τοῦ δʼ ἀνδρειοτάτου τῶν ἄλλων κρατῶν πάντων ἂν ἀνδρειότατος εἴη. περὶ μὲν οὖν δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας τοῦ θεοῦ εἴρηται, περὶ δὲ σοφίας λείπεται· ὅσον οὖν δυνατόν, πειρατέον μὴ ἐλλείπειν. καὶ πρῶτον μέν, ἵνʼ αὖ καὶ ἐγὼ τὴν ἡμετέραν τέχνην τιμήσω ὥσπερ Ἐρυξίμαχος τὴν αὑτοῦ, ποιητὴς ὁ θεὸς σοφὸς οὕτως ὥστε καὶ ἄλλον ποιῆσαι· πᾶς γοῦν ποιητὴς γίγνεται, κἂν ἄμουσος ᾖ τὸ πρίν, οὗ ἂν Ἔρως ἅψηται. ᾧ δὴ πρέπει ἡμᾶς μαρτυρίῳ χρῆσθαι, ὅτι ποιητὴς ὁ Ἔρως ἀγαθὸς ἐν κεφαλαίῳ πᾶσαν ποίησιν τὴν κατὰ μουσικήν· ἃ γάρ τις ἢ μὴ ἔχει ἢ μὴ οἶδεν, οὔτʼ ἂν ἑτέρῳ δοίη οὔτʼ ἂν ἄλλον διδάξειεν. καὶ μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα; ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δʼ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός; τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων ὅθεν δὴ καὶ κατεσκευάσθη τῶν θεῶν τὰ πράγματα Ἔρωτος ἐγγενομένου, δῆλον ὅτι κάλλους—αἴσχει γὰρ οὐκ ἔπι ἔρως—πρὸ τοῦ δέ, ὥσπερ ἐν ἀρχῇ εἶπον, πολλὰ καὶ δεινὰ θεοῖς ἐγίγνετο, ὡς λέγεται, διὰ τὴν τῆς ἀνάγκης βασιλείαν· ἐπειδὴ δʼ ὁ θεὸς οὗτος ἔφυ, ἐκ τοῦ ἐρᾶν τῶν καλῶν πάντʼ ἀγαθὰ γέγονεν καὶ θεοῖς καὶ ἀνθρώποις. οὕτως ἐμοὶ δοκεῖ, ὦ Φαῖδρε, Ἔρως πρῶτος αὐτὸς ὢν κάλλιστος καὶ ἄριστος μετὰ τοῦτο τοῖς ἄλλοις ἄλλων τοιούτων αἴτιος εἶναι. ἐπέρχεται δέ μοί τι καὶ ἔμμετρον εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην νηνεμίαν, ἀνέμων κοίτην ὕπνον τʼ ἐνὶ κήδει. οὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε συνόδους μετʼ ἀλλήλων πάσας τιθεὶς συνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών· πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας· ἵλεως ἀγαθός· θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς· ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις· τρυφῆς, ἁβρότητος, χλιδῆς, χαρίτων, ἱμέρου, πόθου πατήρ· ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν· ἐν πόνῳ, ἐν φόβῳ, ἐν πόθῳ, ἐν λόγῳ κυβερνήτης, ἐπιβάτης, παραστάτης τε καὶ σωτὴρ ἄριστος, συμπάντων τε θεῶν καὶ ἀνθρώπων κόσμος, ἡγεμὼν κάλλιστος καὶ ἄριστος, ᾧ χρὴ ἕπεσθαι πάντα ἄνδρα ἐφυμνοῦντα καλῶς, ᾠδῆς μετέχοντα ἣν ᾁδει θέλγων πάντων θεῶν τε καὶ ἀνθρώπων νόημα. οὗτος, ἔφη, ὁ παρʼ ἐμοῦ λόγος, ὦ Φαῖδρε, τῷ θεῷ ἀνακείσθω, τὰ μὲν παιδιᾶς, τὰ δὲ σπουδῆς μετρίας, καθʼ ὅσον ἐγὼ δύναμαι, μετέχων.

さて、神の美しさについては、これだけでも十分だが、まだ多くが残っている。だが、その次にエロースの徳について語らねばならない。最も大きなことは、エロースが、神に対しても神によっても、人間に対しても人間によっても、不正をすることもされることもないということだ。というのも、彼自身、何かを被るとしても、力ずくで被るのではない――力はエロースに触れないのだから――。また行うときにも、力ずくで行うのではない――誰もが自ら進んでエロースにあらゆることで仕えるのだから。そして、自ら進んで自ら進む者と同意したことは、『国の王である法』が正しいと言うのだから。そして正義に加えて、節制にも最も多くあずかっている。というのも、節制とは快楽と欲望に打ち勝つことだと同意されているが、エロースよりも強い快楽は一つもない。もし〔快楽が〕より弱いなら、エロースによって打ち負かされるだろうし、エロースが打ち勝つだろう。そして快楽と欲望に打ち勝つのだから、エロースはとりわけ節制ある者であろう。そしてまた勇気については、『アレスでさえ』エロースに立ち向かわない。というのも、アレスがエロースをとらえているのではなく、エロースがアレスを――アプロディテへの〔エロースだ〕と話にある――とらえているのであり、とらえている者は、とらえられている者よりも強いのだから。そして、ほかの者たちのうちで最も勇敢な者に打ち勝つのだから、すべての者のうちで最も勇敢であろう。さて、神の正義と節制と勇気については語られたが、知恵については残っている。そこで、できるかぎり、欠けることのないよう試みなければならない。そしてまず、エリュクシマコスが自分の技術を尊んだように、私もまた私たちの技術を尊ぶために言えば、この神は、ほかの者をも詩人にするほどの、知恵ある詩人である。少なくとも、エロースが触れた者は誰でも、たとえそれまでムーサに縁がなくとも、詩人となるのだ。そこで私たちがこれを証しとして用いるのがふさわしい。エロースは、要するに、音楽・文芸にかかわるあらゆる創作において、すぐれた詩人であるということの。というのも、人が持っていないものや知らないものは、他人に与えることも、他人に教えることもできないのだから。そしてまた、あらゆる生き物の創造が、それによってあらゆる生き物が生まれ育つエロースの知恵であることに、誰が反対するだろうか。そして技術の制作についても、私たちは知っているではないか。この神が教師となった者は名高く輝かしい者となり、エロースが触れなかった者は暗いままだったということを。弓術も医術も占い術も、アポロンが欲望とエロースに導かれて発見したのであり、だから彼もまたエロースの弟子であろう。そしてムーサたちは音楽の、ヘパイストスは鍛冶の、アテナは機織りの、ゼウスは神々と人間たちの舵取りの〔弟子であろう〕。それゆえ、神々の事柄も、エロース――明らかに美への〔エロース〕――が生じたときに整えられたのだ。醜さにはエロースは向かわないのだから。それより前には、はじめに私が言ったように、アナンケの支配のために、神々のあいだで多くの恐ろしいことが起こった、と言われている。だがこの神が生まれてから、美しいものを恋することから、神々にも人間たちにも、あらゆる善いものが生じたのだ。こうして私には、パイドロス、エロースは、まず彼自身が最も美しく最もすぐれた者であり、その後で、ほかの者たちにとって、そのような別のものの原因であると思われる。そして私には、韻文で何かを語りたい気持ちも湧いてくる。彼こそが、『人々のあいだに平和を、海には凪の静けさを、風には寝床を、悩みのうちには眠りをもたらす』者なのだ、と。彼こそ、私たちを疎遠さから空にし、親しさで満たし、このようなあらゆる集いを互いに共にするよう定め、祭りにおいて、合唱舞踏において、犠牲において導き手となる者。穏やかさをもたらし、荒々しさを追い払い、好意を惜しみなく与え、悪意を与えず、慈しみ深く善く、知者たちに見つめられ、神々に感嘆され、分け前のない者たちに羨まれ、分け前のよい者たちに得られる者。贅沢、優雅、華麗、典雅、憧れ、慕情の父。善いものを気づかい、悪いものを気にかけず、労苦において、恐れにおいて、慕情において、言論において、舵取り、乗り手、傍らに立つ戦友、そして最善の救い手。すべての神々と人間たちの飾り、最も美しく最もすぐれた導き手。すべての男は、この神に従い、美しく讃え歌い、彼が歌う歌、すべての神々と人間たちの思いを魅する歌にあずからねばならない。パイドロス」と彼は言った、「私からのこの言論を、神に捧げさせてくれたまえ。私にできるかぎり、ある部分は遊びに、ある部分は適度な真剣さにあずかるものとして」。

ソクラテスの当惑――讃美とは真実を語ることか198a–199c

198a

εἰπόντος δὲ τοῦ Ἀγάθωνος πάντας ἔφη ὁ Ἀριστόδημος ἀναθορυβῆσαι τοὺς παρόντας, ὡς πρεπόντως τοῦ νεανίσκου εἰρηκότος καὶ αὑτῷ καὶ τῷ θεῷ. τὸν οὖν Σωκράτη εἰπεῖν βλέψαντα εἰς τὸν Ἐρυξίμαχον, ἆρά σοι δοκῶ, φάναι, ὦ παῖ Ἀκουμενοῦ, ἀδεὲς πάλαι δέος δεδιέναι, ἀλλʼ οὐ μαντικῶς ἃ νυνδὴ ἔλεγον εἰπεῖν, ὅτι Ἀγάθων θαυμαστῶς ἐροῖ, ἐγὼ δʼ ἀπορήσοιμι; τὸ μὲν ἕτερον, φάναι τὸν Ἐρυξίμαχον, μαντικῶς μοι δοκεῖς εἰρηκέναι, ὅτι Ἀγάθων εὖ ἐρεῖ· τὸ δὲ σὲ ἀπορήσειν, οὐκ οἶμαι. καὶ πῶς, ὦ μακάριε, εἰπεῖν τὸν Σωκράτη, οὐ μέλλω ἀπορεῖν καὶ ἐγὼ καὶ ἄλλος ὁστισοῦν, μέλλων λέξειν μετὰ καλὸν οὕτω καὶ παντοδαπὸν λόγον ῥηθέντα; καὶ τὰ μὲν ἄλλα οὐχ ὁμοίως μὲν θαυμαστά· τὸ δὲ ἐπὶ τελευτῆς τοῦ κάλλους τῶν ὀνομάτων καὶ ῥημάτων τίς οὐκ ἂν ἐξεπλάγη ἀκούων; ἐπεὶ ἔγωγε ἐνθυμούμενος ὅτι αὐτὸς οὐχ οἷός τʼ ἔσομαι οὐδʼ ἐγγὺς τούτων οὐδὲν καλὸν εἰπεῖν, ὑπʼ αἰσχύνης ὀλίγου ἀποδρὰς ᾠχόμην, εἴ πῃ εἶχον. καὶ γάρ με Γοργίου ὁ λόγος ἀνεμίμνῃσκεν, ὥστε ἀτεχνῶς τὸ τοῦ Ὁμήρου ἐπεπόνθη· ἐφοβούμην μή μοι τελευτῶν ὁ Ἀγάθων Γοργίου κεφαλὴν δεινοῦ λέγειν ἐν τῷ λόγῳ ἐπὶ τὸν ἐμὸν λόγον πέμψας αὐτόν με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν. καὶ ἐνενόησα τότε ἄρα καταγέλαστος ὤν, ἡνίκα ὑμῖν ὡμολόγουν ἐν τῷ μέρει μεθʼ ὑμῶν ἐγκωμιάσεσθαι τὸν ἔρωτα καὶ ἔφην εἶναι δεινὸς τὰ ἐρωτικά, οὐδὲν εἰδὼς ἄρα τοῦ πράγματος, ὡς ἔδει ἐγκωμιάζειν ὁτιοῦν. ἐγὼ μὲν γὰρ ὑπʼ ἀβελτερίας ᾤμην δεῖν τἀληθῆ λέγειν περὶ ἑκάστου τοῦ ἐγκωμιαζομένου, καὶ τοῦτο μὲν ὑπάρχειν, ἐξ αὐτῶν δὲ τούτων τὰ κάλλιστα ἐκλεγομένους ὡς εὐπρεπέστατα τιθέναι· καὶ πάνυ δὴ μέγα ἐφρόνουν ὡς εὖ ἐρῶν, ὡς εἰδὼς τὴν ἀλήθειαν τοῦ ἐπαινεῖν ὁτιοῦν. τὸ δὲ ἄρα, ὡς ἔοικεν, οὐ τοῦτο ἦν τὸ καλῶς ἐπαινεῖν ὁτιοῦν, ἀλλὰ τὸ ὡς μέγιστα ἀνατιθέναι τῷ πράγματι καὶ ὡς κάλλιστα, ἐάν τε ᾖ οὕτως ἔχοντα ἐάν τε μή· εἰ δὲ ψευδῆ, οὐδὲν ἄρʼ ἦν πρᾶγμα. προυρρήθη γάρ, ὡς ἔοικεν, ὅπως ἕκαστος ἡμῶν τὸν ἔρωτα ἐγκωμιάζειν δόξει, οὐχ ὅπως ἐγκωμιάσεται. διὰ ταῦτα δὴ οἶμαι πάντα λόγον κινοῦντες ἀνατίθετε τῷ Ἔρωτι, καί φατε αὐτὸν τοιοῦτόν τε εἶναι καὶ τοσούτων αἴτιον, ὅπως ἂν φαίνηται ὡς κάλλιστος καὶ ἄριστος, δῆλον ὅτι τοῖς μὴ γιγνώσκουσιν—οὐ γὰρ δήπου τοῖς γε εἰδόσιν—καὶ καλῶς γʼ ἔχει καὶ σεμνῶς ὁ ἔπαινος. ἀλλὰ γὰρ ἐγὼ οὐκ ᾔδη ἄρα τὸν τρόπον τοῦ ἐπαίνου, οὐ δʼ εἰδὼς ὑμῖν ὡμολόγησα καὶ αὐτὸς ἐν τῷ μέρει ἐπαινέσεσθαι. ἡ γλῶσσα οὖν ὑπέσχετο, ἡ δὲ φρὴν οὔ· χαιρέτω δή. οὐ γὰρ ἔτι ἐγκωμιάζω τοῦτον τὸν τρόπον—οὐ γὰρ ἂν δυναίμην—οὐ μέντοι ἀλλὰ τά γε ἀληθῆ, εἰ βούλεσθε, ἐθέλω εἰπεῖν κατʼ ἐμαυτόν, οὐ πρὸς τοὺς ὑμετέρους λόγους, ἵνα μὴ γέλωτα ὄφλω. ὅρα οὖν, ὦ Φαῖδρε, εἴ τι καὶ τοιούτου λόγου δέῃ, περὶ Ἔρωτος τἀληθῆ λεγόμενα ἀκούειν, ὀνομάσει δὲ καὶ θέσει ῥημάτων τοιαύτῃ ὁποία δἄν τις τύχῃ ἐπελθοῦσα. τὸν οὖν Φαῖδρον ἔφη καὶ τοὺς ἄλλους κελεύειν λέγειν, ὅπῃ αὐτὸς οἴοιτο δεῖν εἰπεῖν, ταύτῃ. ἔτι τοίνυν, φάναι, ὦ Φαῖδρε, πάρες μοι Ἀγάθωνα σμίκρʼ ἄττα ἐρέσθαι, ἵνα ἀνομολογησάμενος παρʼ αὐτοῦ οὕτως ἤδη λέγω. ἀλλὰ παρίημι, φάναι τὸν Φαῖδρον, ἀλλʼ ἐρώτα.

アガトンが語り終えると、居合わせた者たちは皆、若者が自分自身にも神にもふさわしく語ったとして、どっと喝采したと、アリストデモスは言った。そこでソクラテスは、エリュクシマコスのほうを見て言ったという。「アクメノスの子よ、私がずっと前から恐れていたのは恐れるに足らない恐れだったと君には思われるかね。むしろ、今しがた私が言ったこと、すなわちアガトンが驚くほど見事に語るだろうが、私は途方に暮れるだろうということを、予言者のように言ったのではないかね」。「一方のことは」とエリュクシマコスは言った、「予言者のように言ったと私には思われる。アガトンが立派に語るだろうということはね。だが、あなたが途方に暮れるだろうということは、そうは思わない」。「どうして、幸いな人よ」とソクラテスは言った、「途方に暮れないことがあろうか、私も、ほかの誰でも。これほど美しく、あらゆる趣向に富んだ言論が語られた後で語ろうとしているのに。ほかの部分は、同じほどには驚くべきものではなかった。だが終わりのところの、名詞と動詞の美しさに、聞いていて誰が驚嘆しないだろうか。というのも、私は、自分がそれらに近いものさえ何一つ美しく語れないだろうと考えて、恥ずかしさのあまり、どこかへ逃げ去ることができたなら、もう少しで逃げ出すところだったのだ。というのも、その言論は私にゴルギアスを思い出させたので、まさにホメロスのあの話のような目にあったのだ。アガトンが最後に、語ることに恐ろしく長けたゴルギアスの頭を、言論の中で私の言論に向けて送り、私自身を声の出ない石にしてしまうのではないかと恐れたのだ。そしてそのとき、私は気づいたのだ。君たちと一緒に順番にエロースを讃美しようと同意し、自分は恋のことに長けていると言ったとき、私はなんと笑い者だったかと。何であれ讃美すべき仕方について、どうやら私はその事柄を何も知らなかったのだから。というのも、私は愚かにも、讃美されるそれぞれのものについて本当のことを語るべきであり、それが土台にあって、その本当のことのうちから最も美しいものを選んで、できるかぎりふさわしく配置すべきだと思っていたのだ。そして、何であれ讃えることの真実を知っている者として、立派に語れるだろうと、ひどく自負していた。ところが、どうやら、何かを立派に讃えるとは、そういうことではなく、その事柄に、実際にそうであろうとなかろうと、できるかぎり大きく、できるかぎり美しいものを帰することだったのだ。そしてもしそれが偽りでも、何の問題でもなかったのだ。というのも、どうやら、私たちの各人はエロースを讃美するように思われることが前もって言われたのであって、讃美することが〔言われたの〕ではなかったのだから。それゆえ私の思うには、君たちはあらゆる言論を動かしてエロースに帰し、彼がこのような者であり、これほど多くのものの原因であると言うのだ。彼ができるかぎり最も美しく最もすぐれて見えるように。明らかに、知らない者たちに対しては――というのも、知っている者たちに対してではきっとないのだから――。そして、その賞讃は立派で荘重なものだ。だが私は、どうやら、賞讃の仕方を知らなかったのだ。知らずに、自分も順番に讃えると君たちに同意してしまったのだ。『舌は』約束したが、『心は』〔約束し〕なかったのだ。さらば。というのも、私はもうこのような仕方では讃美しない――できないだろうから――。とはいえ、もし君たちが望むなら、本当のことなら、君たちの言論に張り合うのではなく、私なりに語りたいと思う。笑い者にならないように。だから、パイドロス、エロースについて本当のことが、たまたま浮かんでくるような名前と言葉の配置で語られるのを聞く、そのような言論が何か必要かどうか、見てくれたまえ」。そこでパイドロスもほかの人々も、彼自身が語るべきだと思う仕方で語るよう命じたと、彼は言った。「では、パイドロス」と彼は言った、「さらに、アガトンにいくつか小さなことを尋ねるのを許してくれたまえ。彼から同意を得たうえで、そのうえで語るために」。「いや、許すよ」とパイドロスは言った、「さあ、尋ねたまえ」。

アガトンへの問い――エロースは美を欠いている199c–201c

199c

μετὰ ταῦτα δὴ τὸν Σωκράτη ἔφη ἐνθένδε ποθὲν ἄρξασθαι. καὶ μήν, ὦ φίλε Ἀγάθων, καλῶς μοι ἔδοξας καθηγήσασθαι τοῦ λόγου, λέγων ὅτι πρῶτον μὲν δέοι αὐτὸν ἐπιδεῖξαι ὁποῖός τίς ἐστιν ὁ Ἔρως, ὕστερον δὲ τὰ ἔργα αὐτοῦ. ταύτην τὴν ἀρχὴν πάνυ ἄγαμαι. ἴθι οὖν μοι περὶ Ἔρωτος, ἐπειδὴ καὶ τἆλλα καλῶς καὶ μεγαλοπρεπῶς διῆλθες οἷός ἐστι, καὶ τόδε εἰπέ· πότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος ὁ Ἔρως ἔρως, ἢ οὐδενός; ἐρωτῶ δʼ οὐκ εἰ μητρός τινος ἢ πατρός ἐστιν—γελοῖον γὰρ ἂν εἴη τὸ ἐρώτημα εἰ Ἔρως ἐστὶν ἔρως μητρὸς ἢ πατρός—ἀλλʼ ὥσπερ ἂν εἰ αὐτὸ τοῦτο πατέρα ἠρώτων, ἆρα ὁ πατήρ ἐστι πατήρ τινος ἢ οὔ; εἶπες ἂν δήπου μοι, εἰ ἐβούλου καλῶς ἀποκρίνασθαι, ὅτι ἔστιν ὑέος γε ἢ θυγατρὸς ὁ πατὴρ πατήρ· ἢ οὔ; πάνυ γε, φάναι τὸν Ἀγάθωνα. οὐκοῦν καὶ ἡ μήτηρ ὡσαύτως; Ὁμολογεῖσθαι καὶ τοῦτο. ἔτι τοίνυν, εἰπεῖν τὸν Σωκράτη, ἀπόκριναι ὀλίγῳ πλείω, ἵνα μᾶλλον καταμάθῃς ὃ βούλομαι. εἰ γὰρ ἐροίμην, τί δέ; ἀδελφός, αὐτὸ τοῦθʼ ὅπερ ἔστιν, ἔστι τινὸς ἀδελφὸς ἢ οὔ; φάναι εἶναι. οὐκοῦν ἀδελφοῦ ἢ ἀδελφῆς; Ὁμολογεῖν. πειρῶ δή, φάναι, καὶ τὸν ἔρωτα εἰπεῖν. ὁ Ἔρως ἔρως ἐστὶν οὐδενὸς ἢ τινός; πάνυ μὲν οὖν ἔστιν. τοῦτο μὲν τοίνυν, εἰπεῖν τὸν Σωκράτη, φύλαξον παρὰ σαυτῷ μεμνημένος ὅτου· τοσόνδε δὲ εἰπέ, πότερον ὁ Ἔρως ἐκείνου οὗ ἔστιν ἔρως, ἐπιθυμεῖ αὐτοῦ ἢ οὔ; πάνυ γε, φάναι. πότερον ἔχων αὐτὸ οὗ ἐπιθυμεῖ τε καὶ ἐρᾷ, εἶτα ἐπιθυμεῖ τε καὶ ἐρᾷ, ἢ οὐκ ἔχων; οὐκ ἔχων, ὡς τὸ εἰκός γε, φάναι. σκόπει δή, εἰπεῖν τὸν Σωκράτη, ἀντὶ τοῦ εἰκότος εἰ ἀνάγκη οὕτως, τὸ ἐπιθυμοῦν ἐπιθυμεῖν οὗ ἐνδεές ἐστιν, ἢ μὴ ἐπιθυμεῖν, ἐὰν μὴ ἐνδεὲς ᾖ; ἐμοὶ μὲν γὰρ θαυμαστῶς δοκεῖ, ὦ Ἀγάθων, ὡς ἀνάγκη εἶναι· σοὶ δὲ πῶς; κἀμοί, φάναι, δοκεῖ. καλῶς λέγεις. ἆρʼ οὖν βούλοιτʼ ἄν τις μέγας ὢν μέγας εἶναι, ἢ ἰσχυρὸς ὢν ἰσχυρός; ἀδύνατον ἐκ τῶν ὡμολογημένων. οὐ γάρ που ἐνδεὴς ἂν εἴη τούτων ὅ γε ὤν. ἀληθῆ λέγεις. εἰ γὰρ καὶ ἰσχυρὸς ὢν βούλοιτο ἰσχυρὸς εἶναι, φάναι τὸν Σωκράτη, καὶ ταχὺς ὢν ταχύς, καὶ ὑγιὴς ὢν ὑγιής—ἴσως γὰρ ἄν τις ταῦτα οἰηθείη καὶ πάντα τὰ τοιαῦτα τοὺς ὄντας τε τοιούτους καὶ ἔχοντας ταῦτα τούτων ἅπερ ἔχουσι καὶ ἐπιθυμεῖν, ἵνʼ οὖν μὴ ἐξαπατηθῶμεν, τούτου ἕνεκα λέγω— τούτοις γάρ, ὦ Ἀγάθων, εἰ ἐννοεῖς, ἔχειν μὲν ἕκαστα τούτων ἐν τῷ παρόντι ἀνάγκη ἃ ἔχουσιν, ἐάντε βούλωνται ἐάντε μή, καὶ τούτου γε δήπου τίς ἂν ἐπιθυμήσειεν; ἀλλʼ ὅταν τις λέγῃ ὅτι ἐγὼ ὑγιαίνων βούλομαι καὶ ὑγιαίνειν, καὶ πλουτῶν βούλομαι καὶ πλουτεῖν, καὶ ἐπιθυμῶ αὐτῶν τούτων ἃ ἔχω, εἴποιμεν ἂν αὐτῷ ὅτι σύ, ὦ ἄνθρωπε, πλοῦτον κεκτημένος καὶ ὑγίειαν καὶ ἰσχὺν βούλει καὶ εἰς τὸν ἔπειτα χρόνον ταῦτα κεκτῆσθαι, ἐπεὶ ἐν τῷ γε νῦν παρόντι, εἴτε βούλει εἴτε μή, ἔχεις· σκόπει οὖν, ὅταν τοῦτο λέγῃς, ὅτι ἐπιθυμῶ τῶν παρόντων, εἰ ἄλλο τι λέγεις ἢ τόδε, ὅτι βούλομαι τὰ νῦν παρόντα καὶ εἰς τὸν ἔπειτα χρόνον παρεῖναι. ἄλλο τι ὁμολογοῖ ἄν; Συμφάναι ἔφη τὸν Ἀγάθωνα. εἰπεῖν δὴ τὸν Σωκράτη, οὐκοῦν τοῦτό γʼ ἐστὶν ἐκείνου ἐρᾶν, ὃ οὔπω ἕτοιμον αὐτῷ ἐστιν οὐδὲ ἔχει, τὸ εἰς τὸν ἔπειτα χρόνον ταῦτα εἶναι αὐτῷ σῳζόμενα καὶ παρόντα; πάνυ γε, φάναι. καὶ οὗτος ἄρα καὶ ἄλλος πᾶς ὁ ἐπιθυμῶν τοῦ μὴ ἑτοίμου ἐπιθυμεῖ καὶ τοῦ μὴ παρόντος, καὶ ὃ μὴ ἔχει καὶ ὃ μὴ ἔστιν αὐτὸς καὶ οὗ ἐνδεής ἐστι, τοιαῦτʼ ἄττα ἐστὶν ὧν ἡ ἐπιθυμία τε καὶ ὁ ἔρως ἐστίν; πάνυ γʼ, εἰπεῖν. ἴθι δή, φάναι τὸν Σωκράτη, ἀνομολογησώμεθα τὰ εἰρημένα. ἄλλο τι ἔστιν ὁ Ἔρως πρῶτον μὲν τινῶν, ἔπειτα τούτων ὧν ἂν ἔνδεια παρῇ αὐτῷ; ναί, φάναι. ἐπὶ δὴ τούτοις ἀναμνήσθητι τίνων ἔφησθα ἐν τῷ λόγῳ εἶναι τὸν ἔρωτα· εἰ δὲ βούλει, ἐγώ σε ἀναμνήσω. οἶμαι γάρ σε οὑτωσί πως εἰπεῖν, ὅτι τοῖς θεοῖς κατεσκευάσθη τὰ πράγματα διʼ ἔρωτα καλῶν· αἰσχρῶν γὰρ οὐκ εἴη ἔρως. οὐχ οὑτωσί πως ἔλεγες; εἶπον γάρ, φάναι τὸν Ἀγάθωνα. καὶ ἐπιεικῶς γε λέγεις, ὦ ἑταῖρε, φάναι τὸν Σωκράτη· καὶ εἰ τοῦτο οὕτως ἔχει, ἄλλο τι ὁ Ἔρως κάλλους ἂν εἴη ἔρως, αἴσχους δὲ οὔ; ὡμολόγει. οὐκοῦν ὡμολόγηται, οὗ ἐνδεής ἐστι καὶ μὴ ἔχει, τούτου ἐρᾶν; ναί, εἰπεῖν. ἐνδεὴς ἄρʼ ἐστὶ καὶ οὐκ ἔχει ὁ Ἔρως κάλλος. ἀνάγκη, φάναι. τί δέ; τὸ ἐνδεὲς κάλλους καὶ μηδαμῇ κεκτημένον κάλλος ἆρα λέγεις σὺ καλὸν εἶναι; οὐ δῆτα. ἔτι οὖν ὁμολογεῖς ἔρωτα καλὸν εἶναι, εἰ ταῦτα οὕτως ἔχει; καὶ τὸν Ἀγάθωνα εἰπεῖν κινδυνεύω, ὦ Σώκρατες, οὐδὲν εἰδέναι ὧν τότε εἶπον. καὶ μὴν καλῶς γε εἶπες, φάναι, ὦ Ἀγάθων. ἀλλὰ σμικρὸν ἔτι εἰπέ· τἀγαθὰ οὐ καὶ καλὰ δοκεῖ σοι εἶναι; ἔμοιγε. εἰ ἄρα ὁ Ἔρως τῶν καλῶν ἐνδεής ἐστι, τὰ δὲ ἀγαθὰ καλά, κἂν τῶν ἀγαθῶν ἐνδεὴς εἴη. ἐγώ, φάναι, ὦ Σώκρατες, σοὶ οὐκ ἂν δυναίμην ἀντιλέγειν, ἀλλʼ οὕτως ἐχέτω ὡς σὺ λέγεις. οὐ μὲν οὖν τῇ ἀληθείᾳ, φάναι, ὦ φιλούμενε Ἀγάθων, δύνασαι ἀντιλέγειν, ἐπεὶ Σωκράτει γε οὐδὲν χαλεπόν.

そこでソクラテスは、何かこのあたりから始めたと彼は言った。「そしてまた、親愛なるアガトン、君は言論の手引きを立派にしたように私には思われた。まずエロース自身がどのような者であるかを示し、後でその働きを示すべきだと言って。この始め方に私は大いに感嘆する。では、エロースについて、ほかのことも立派に、壮大に、彼がどのような者であるかを詳しく述べたのだから、さあ、次のことも言ってくれたまえ。エロースは、何かへのエロースであるようなものなのか、それとも何ものへのでもないのか。私が尋ねているのは、母や父の誰かのエロースであるかどうかではない――というのも、エロースは母や父へのエロースであるかと問うのは、おかしな問いだろうから――。そうではなく、ちょうどもし私が、まさに『父』そのものについて、父は誰かの父であるのか、ないのか、と尋ねたとしたら、君は、もし立派に答えたいと思うなら、きっと私に、父は息子か娘の父である、と言っただろう。そうではないかね」。「そうですとも」とアガトンは言ったという。「では、母も同じように〔誰かの母だ〕ね」。このことも同意されたという。「では、もう少し多く答えてくれたまえ」とソクラテスは言った、「私の望むことを君がもっとよく理解するように。もし私が、『ではどうかね。兄弟は、まさにそれであるところのものとして、誰かの兄弟であるのか、ないのか』と尋ねたら」。そうだと彼は言ったという。「では、兄弟か姉妹の〔兄弟〕だね」。彼は同意したという。「では、エロースについても言ってみたまえ」と彼は言った。「エロースは何ものへのエロースでもないのか、それとも何かへの〔エロース〕なのか」。「たしかに、何かへの〔エロース〕です」。「では、このことは」とソクラテスは言った、「それが何への〔エロース〕であるかを覚えたまま、自分のうちにしまっておきたまえ。だが、これだけは言ってくれたまえ。エロースは、それがエロースであるところのその対象を欲するのか、欲しないのか」。「そうですとも」と彼は言った。「では、彼が欲し恋するものを、持っていて、それで欲し恋するのか、それとも持っていないでか」。「持っていないで、でしょう、ありそうなことからすれば」と彼は言った。「では考えてみたまえ」とソクラテスは言った、「ありそうなことの代わりに、必然的にそうなのかどうかを。欲するものは、自分に欠けているものを欲するのか、それとも欠けていなければ欲しないのか。というのも、私には、アガトン、驚くほど、それが必然であるように思われるのだ。だが君にはどうかね」。「私にもそう思われます」と彼は言った。「立派に言う。では、誰かが大きい者でありながら大きくあることを、強い者でありながら強くあることを望むだろうか」。「同意されたことからすれば、不可能です」。「というのも、そうである者は、きっとそれらを欠いてはいないだろうから」。「本当のことをおっしゃいます」。「というのも、もし強い者でありながら強くあることを望み」とソクラテスは言った、「速い者でありながら速く、健康な者でありながら健康であることを望むとしたら――というのも、おそらく誰かが、これらやそのようなすべてのことについて、そのような者であってそれらを持っている者も、持っているまさにそのものを欲するのだと思うかもしれないので、私たちが欺かれないように、そのためにこう言うのだが――、アガトン、もし君が考えてみるなら、これらの人々は、それぞれ持っているものを、望もうと望むまいと、今この時には持っているのが必然であり、そしてまさにそれを、いったい誰が欲するだろうか。だが誰かが、『私は健康でありながら健康であることも望み、富んでいながら富んでいることも望み、持っているまさにそれらを欲する』と言うとき、私たちはその人にこう言うだろう。『人よ、君は富と健康と力を持っていて、これからの時にもそれらを持っていることを望んでいるのだ。というのも、少なくとも今この時には、望もうと望むまいと、君は持っているのだから。だから考えてみたまえ。君が〈私は今あるものを欲する〉と言うとき、〈私は今あるものが、これからの時にもあることを望む〉ということ以外の何かを言っているのかどうかを』。彼はほかのことに同意するだろうか」。アガトンは同意したと彼は言った。そこでソクラテスは言った。「では、これこそ、まだ自分の手もとに用意されておらず、持ってもいないもの、すなわちこれからの時にもそれらが自分に保たれ、そこにあることを恋するということではないかね」。「そうですとも」と彼は言った。「それでは、この人も、ほかの欲する者も皆、手もとに用意されていないもの、そこにないものを欲するのであり、持っていないもの、自分自身がそうでないもの、欠けているもの、そのようなものこそが、欲望とエロースの対象なのだね」。「そうですとも」と彼は言った。「さあ」とソクラテスは言った、「語られたことを確かめ合おう。エロースは、まず第一に何かへの〔エロース〕であり、次に、自分に欠けているものへの〔エロース〕ではないかね」。「はい」と彼は言った。「では、これらのことに加えて、君が言論の中で、エロースが何への〔エロース〕であると言ったかを思い出したまえ。もし望むなら、私が思い出させよう。私の思うには、君は何かこのように言ったのだ。神々の事柄は美しいものへのエロースによって整えられた、醜いものへのエロースはないだろうから、と。何かこのように言わなかったかね」。「言いました」とアガトンは言った。「そして、もっともなことを言う、友よ」とソクラテスは言った。「そしてもしそうなら、エロースは美へのエロースであって、醜さへの〔エロース〕ではないのではないかね」。彼は同意した。「では、欠けていて持っていないものを恋するということは、同意されているね」。「はい」と彼は言った。「それでは、エロースは美を欠いていて、持っていないのだ」。「必然です」と彼は言った。「ではどうかね。美を欠いていて、まったく美を持っていないものを、君は美しいと言うのかね」。「決して」。「では、もしそうなら、君はまだエロースが美しいと同意するのかね」。するとアガトンは言った。「どうやら私は、ソクラテス、あのとき言ったことを何も知らなかったようです」。「いや、立派に言ったのだよ、アガトン」と彼は言った。「だが、もう少しだけ言ってくれたまえ。善いものは美しいものでもあると、君には思われないかね」。「私にはそう思われます」。「では、もしエロースが美しいものを欠いていて、善いものが美しいものであるなら、善いものをも欠いていることになるだろう」。「私は、ソクラテス」と彼は言った、「あなたに反論することはできないでしょう。あなたの言うとおりだとしておきましょう」。「いや、愛されるアガトンよ」と彼は言った、「君が反論できないのは、真実に対してなのだ。ソクラテスに反論するのは、少しも難しくないのだから」。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、論理関係を可能な限り残した逐語寄りの独自訳です。『饗宴』は、アポロドロスがアリストデモスから聞いた宴の様子を語り伝える形式で書かれているため、話者表示は付けず、演説や会話はかぎかっこで示しています。引用・借用される詩句は、ホメロス『イリアス』19巻92–93行(アテの足)、エウリピデスやソポクレスの断片、エウリピデス『ヒッポリュトス』612行(「舌は誓ったが、心は誓っていない」)などです。Perseus の電子テキストに混じっていた出典の番号や英語の注記(7か所)は、原文からは除いています。

198c の「ゴルギアスの頭」は、見た者を石に変えるゴルゴンの頭(『オデュッセイア』11巻)にかけた言葉遊びです。この後、ソクラテスはマンティネイアの女性ディオティマから聞いた話を語り始めます(第4部)。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第2部 エリュクシマコスとアリストパネスの演説目次へ戻る次へ →第4部 ソクラテス/ディオティマの愛の教え

PR関連する本

  • 饗宴 (光文社古典新訳文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について