δοκῶ μοι περὶ ὧν πυνθάνεσθε οὐκ ἀμελέτητος εἶναι. καὶ γὰρ ἐτύγχανον πρῴην εἰς ἄστυ οἴκοθεν ἀνιὼν Φαληρόθεν· τῶν οὖν γνωρίμων τις ὄπισθεν κατιδών με πόρρωθεν ἐκάλεσε, καὶ παίζων ἅμα τῇ κλήσει, ὦ Φαληρεύς, ἔφη, οὗτος Ἀπολλόδωρος, οὐ περιμένεις; κἀγὼ ἐπιστὰς περιέμεινα. καὶ ὅς, Ἀπολλόδωρε, ἔφη, καὶ μὴν καὶ ἔναγχός σε ἐζήτουν βουλόμενος διαπυθέσθαι τὴν Ἀγάθωνος συνουσίαν καὶ Σωκράτους καὶ Ἀλκιβιάδου καὶ τῶν ἄλλων τῶν τότε ἐν τῷ συνδείπνῳ παραγενομένων, περὶ τῶν ἐρωτικῶν λόγων τίνες ἦσαν· ἄλλος γάρ τίς μοι διηγεῖτο ἀκηκοὼς Φοίνικος τοῦ Φιλίππου, ἔφη δὲ καὶ σὲ εἰδέναι. ἀλλὰ γὰρ οὐδὲν εἶχε σαφὲς λέγειν. σὺ οὖν μοι διήγησαι· δικαιότατος γὰρ εἶ τοὺς τοῦ ἑταίρου λόγους ἀπαγγέλλειν. πρότερον δέ μοι, ἦ δʼ ὅς, εἰπέ, σὺ αὐτὸς παρεγένου τῇ συνουσίᾳ ταύτῃ ἢ οὔ; κἀγὼ εἶπον ὅτι παντάπασιν ἔοικέ σοι οὐδὲν διηγεῖσθαι σαφὲς ὁ διηγούμενος, εἰ νεωστὶ ἡγῇ τὴν συνουσίαν γεγονέναι ταύτην ἣν ἐρωτᾷς, ὥστε καὶ ἐμὲ παραγενέσθαι. ἐγώ γε δή, ἔφη. πόθεν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων; οὐκ οἶσθʼ ὅτι πολλῶν ἐτῶν Ἀγάθων ἐνθάδε οὐκ ἐπιδεδήμηκεν, ἀφʼ οὗ δʼ ἐγὼ Σωκράτει συνδιατρίβω καὶ ἐπιμελὲς πεποίημαι ἑκάστης ἡμέρας εἰδέναι ὅτι ἂν λέγῃ ἢ πράττῃ, οὐδέπω τρία ἔτη ἐστίν; πρὸ τοῦ δὲ περιτρέχων ὅπῃ τύχοιμι καὶ οἰόμενος τὶ ποιεῖν ἀθλιώτερος ἦ ὁτουοῦν, οὐχ ἧττον ἢ σὺ νυνί, οἰόμενος δεῖν πάντα μᾶλλον πράττειν ἢ φιλοσοφεῖν. καὶ ὅς, μὴ σκῶπτʼ, ἔφη, ἀλλʼ εἰπέ μοι πότε ἐγένετο ἡ συνουσία αὕτη. κἀγὼ εἶπον ὅτι παίδων ὄντων ἡμῶν ἔτι, ὅτε τῇ πρώτῃ τραγῳδίᾳ ἐνίκησεν Ἀγάθων, τῇ ὑστεραίᾳ ἢ ᾗ τὰ ἐπινίκια ἔθυεν αὐτός τε καὶ οἱ χορευταί. πάνυ, ἔφη, ἄρα πάλαι, ὡς ἔοικεν. ἀλλὰ τίς σοι διηγεῖτο; ἢ αὐτὸς Σωκράτης; οὐ μὰ τὸν Δία, ἦν δʼ ἐγώ, ἀλλʼ ὅσπερ Φοίνικι. Ἀριστόδημος ἦν τις, Κυδαθηναιεύς, σμικρός, ἀνυπόδητος ἀεί· παρεγεγόνει δʼ ἐν τῇ συνουσίᾳ, Σωκράτους ἐραστὴς ὢν ἐν τοῖς μάλιστα τῶν τότε, ὡς ἐμοὶ δοκεῖ. οὐ μέντοι ἀλλὰ καὶ Σωκράτη γε ἔνια ἤδη ἀνηρόμην ὧν ἐκείνου ἤκουσα, καί μοι ὡμολόγει καθάπερ ἐκεῖνος διηγεῖτο. τί οὖν, ἔφη, οὐ διηγήσω μοι; πάντως δὲ ἡ ὁδὸς ἡ εἰς ἄστυ ἐπιτηδεία πορευομένοις καὶ λέγειν καὶ ἀκούειν. οὕτω δὴ ἰόντες ἅμα τοὺς λόγους περὶ αὐτῶν ἐποιούμεθα, ὥστε, ὅπερ ἀρχόμενος εἶπον, οὐκ ἀμελετήτως ἔχω. εἰ οὖν δεῖ καὶ ὑμῖν διηγήσασθαι, ταῦτα χρὴ ποιεῖν.
君たちが尋ねていることについては、私は準備ができていないわけではないと思う。というのも、私はたまたま先日、家のあるパレロンから町へ上って行くところだったのだ。すると知り合いの一人が、後ろから遠くに私を見つけて呼びかけ、呼びかけると同時にふざけて言った。「おい、パレロンの人、そこのアポロドロス、待ってくれないか」。そこで私は立ち止まって待った。すると彼は言った。「アポロドロス、実はついこのあいだも君を探していたのだ。アガトンとソクラテスとアルキビアデス、そのほか当時その宴席に居合わせた人々の集まりについて、恋についての言論がどのようなものであったかを、詳しく聞きたいと思ってね。というのも、ほかのある人が、ピリッポスの子ポイニクスから聞いたと言って私に話してくれたのだが、君も知っていると言っていた。だが、その人は何一つはっきりしたことを言えなかったのだ。だから君が話してくれたまえ。友の言論を伝えるのに、君が最もふさわしいのだから。だがその前に」と彼は言った、「言ってくれたまえ、君自身はその集まりに居合わせたのか、居合わせなかったのか」。そこで私は言った。「その話をした人は、まったく何もはっきりしたことを君に話さなかったようだね。もし君が、君の尋ねているその集まりがつい最近のことで、私も居合わせたと思っているのなら」。「私はそう思っていたよ」と彼は言った。「どこからそんなことを、グラウコン」と私は言った。「アガトンが何年も前からここに滞在していないことを知らないのかね。そして私がソクラテスと一緒に過ごし、彼が毎日言うことや行うことを知るよう心がけるようになってから、まだ三年にもならないのだ。それより前は、私はたまたま行き当たったところを走り回って、何かをしているつもりでいながら、誰よりもみじめだった。今の君に劣らずにね。哲学すること以外なら何でもしなければならないと思っていたのだ」。すると彼は言った。「からかわないで、その集まりがいつあったのか言ってくれたまえ」。そこで私は言った。「私たちがまだ子どもだったころ、アガトンが最初の悲劇で優勝したときだ。彼自身と合唱隊の者たちが勝利の祝いの犠牲を捧げた、その翌日のことだ」。「ずいぶん昔のことなのだね、どうやら」と彼は言った。「でも、誰が君に話したのかね。ソクラテス自身かね」。「ゼウスにかけて、違う」と私は言った。「ポイニクスに話したのと同じ人だ。キュダテナイオン区のアリストデモスという人で、小柄で、いつも裸足だった。彼はその集まりに居合わせていたのだ。私の思うには、当時ソクラテスを恋い慕う者たちのうちでも、とりわけそうであった人だ。それだけでなく、私はソクラテスにも、その人から聞いたことのいくつかをもう尋ねてみたのだが、ソクラテスは、あの人が話したとおりだと私に同意してくれた」。「では、どうして私に話してくれないのかね」と彼は言った。「町へ行く道は、歩きながら語るにも聞くにも、まったくうってつけなのだから」。こうして私たちは歩きながら同時に、それらについての話をしたのだ。だから、はじめに言ったように、私は準備ができていないわけではない。だから、もし君たちにも話さなければならないのなら、そうしなければなるまい。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…