INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>饗宴>第1部 パイドロスとパウサニアスの演説(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ序章 饗宴の物語が語られるまで目次へ戻る次へ →第2部 エリュクシマコスとアリストパネスの演説

PLATO · SYMPOSIUM · 178a–185c

第1部 パイドロスとパウサニアスの演説

Part I — The Speeches of Phaedrus and Pausanias
Stephanus 178a–185c全 4 区分日希逐語訳

最初の演者パイドロスは、エロースは両親をもたない最も古い神であり、恋する者に醜いことへの恥と美しいことへの名誉心を与え、愛する者のために命さえ捧げさせると讃える(アルケスティス、オルペウス、アキレウスの例)。続くパウサニアスは、天上のアプロディテと万民のアプロディテに対応する二つのエロースを区別し、アテナイの込み入った恋の慣わしを読み解いて、徳のために身を任せることこそ美しいと説く。

ひと目でわかる超要約饗宴(第1部)の要点

最初の演者パイドロスは、エロースは両親をもたない最も古い神であり、恋する者に醜いことへの恥と美しいことへの名誉心を与え、愛する者のために命さえ捧げさせると讃える(アルケスティス、オルペウス、アキレウスの例)。続くパウサニアスは、天上のアプロディテと万民のアプロディテに対応する二つのエロースを区別し、アテナイの込み入った恋の慣わしを読み解いて、徳のために身を任せることこそ美しいと説く。

解説・位置づけこの箇所の背景と読みどころ

最初の演者パイドロスが「最も古い神エロースが人に恥じらいと名誉心を与え、愛する者のために命さえ捧げさせる(アルケスティスとアキレウスの例)」と讃え、続くパウサニアスが「世俗の肉体的な愛」と「魂の徳と知恵を目指す天上の高貴な愛」の二つを区別する。(『饗宴』全体の位置づけ:悲劇詩人アガトンの優勝祝賀の宴席で、参加者たちが順に愛の神エロースを讃える演説を行い、アリストパネスの「球体人間と半身探し」の神話、ソクラテスが巫女ディオティマから授かった「美のイデアへと昇る愛の階梯」、そして乱入したアルキビアデスによる「生きた哲学者ソクラテスへの讃辞」が繰り広げられる最高傑作。)

重要語句・哲学概念の読み方

アリストパネスの球体人間神話(半身への希求)
かつて人間は手足が4本ずつある球形の存在(男男・女女・男女の3種)だったが、神々に挑んでゼウスに二つに切り裂かれた。以来、人間が自らの失われた「もう一つの半身(シュンボロン)」を求めて一つに溶け合おうとする渇望こそがエロースであるという神話。
中間者(ダイモーン)としてのエロース
豊穣の神ポロス(工夫・富)と欠乏の乞食ペニア(貧困)の間に生まれたエロースは、神と人間・知恵と無知の「中間」に立つダイモーンであり、自らに欠けている「美と善」を永遠に自分のものにしようと恋い慕う「哲学する者(フィロソフォス)」の原型。
美の階梯(ディオティマの秘儀)とシレノスの像
①一つの美しい身体から②すべての美しい身体、③魂の美、④習俗と法の美、⑤諸学問の美へと階段を昇り、最後に永遠・純粋な「美そのもの(美のイデア)」を観て真の徳を産み出す愛の上昇過程。アルキビアデスは外見は醜いサテュロスだが開くと中に黄金の神像が入っている「シレノス像」にソクラテスをたとえた。
表示:

目次

  1. パイドロスの演説――最も古い神エロース178a–180b
  2. パウサニアスの演説――二人のアプロディテと二つのエロース180c–181d
  3. 恋をめぐる各地の慣わしとアテナイの法181d–183d
  4. 徳のための奉仕――天上のエロース183d–185c

パイドロスの演説――最も古い神エロース178a–180b

178a

πάντων μὲν οὖν ἃ ἕκαστος εἶπεν, οὔτε πάνυ ὁ Ἀριστόδημος ἐμέμνητο οὔτʼ αὖ ἐγὼ ἃ ἐκεῖνος ἔλεγε πάντα· ἃ δὲ μάλιστα καὶ ὧν ἔδοξέ μοι ἀξιομνημόνευτον, τούτων ὑμῖν ἐρῶ ἑκάστου τὸν λόγον. πρῶτον μὲν γάρ, ὥσπερ λέγω, ἔφη Φαῖδρον ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν, ὅτι μέγας θεὸς εἴη ὁ Ἔρως καὶ θαυμαστὸς ἐν ἀνθρώποις τε καὶ θεοῖς, πολλαχῇ μὲν καὶ ἄλλῃ, οὐχ ἥκιστα δὲ κατὰ τὴν γένεσιν. τὸ γὰρ ἐν τοῖς πρεσβύτατον εἶναι τὸν θεὸν τίμιον, ἦ δʼ ὅς, τεκμήριον δὲ τούτου· γονῆς γὰρ Ἔρωτος οὔτʼ εἰσὶν οὔτε λέγονται ὑπʼ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλʼ Ἡσίοδος πρῶτον μὲν Χάος φησὶ γενέσθαι— αὐτὰρ ἔπειτα Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ Ἔρος Ἡσιόδῳ δὲ καὶ Ἀκουσίλεως σύμφησιν μετὰ τὸ Χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ ἔρωτα. Παρμενίδης δὲ τὴν γένεσιν λέγει— πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων. οὕτω πολλαχόθεν ὁμολογεῖται ὁ Ἔρως ἐν τοῖς πρεσβύτατος εἶναι. πρεσβύτατος δὲ ὢν μεγίστων ἀγαθῶν ἡμῖν αἴτιός ἐστιν. οὐ γὰρ ἔγωγʼ ἔχω εἰπεῖν ὅτι μεῖζόν ἐστιν ἀγαθὸν εὐθὺς νέῳ ὄντι ἢ ἐραστὴς χρηστὸς καὶ ἐραστῇ παιδικά. ὃ γὰρ χρὴ ἀνθρώποις ἡγεῖσθαι παντὸς τοῦ βίου τοῖς μέλλουσι καλῶς βιώσεσθαι, τοῦτο οὔτε συγγένεια οἵα τε ἐμποιεῖν οὕτω καλῶς οὔτε τιμαὶ οὔτε πλοῦτος οὔτʼ ἄλλο οὐδὲν ὡς ἔρως. λέγω δὲ δὴ τί τοῦτο; τὴν ἐπὶ μὲν τοῖς αἰσχροῖς αἰσχύνην, ἐπὶ δὲ τοῖς καλοῖς φιλοτιμίαν· οὐ γὰρ ἔστιν ἄνευ τούτων οὔτε πόλιν οὔτε ἰδιώτην μεγάλα καὶ καλὰ ἔργα ἐξεργάζεσθαι. φημὶ τοίνυν ἐγὼ ἄνδρα ὅστις ἐρᾷ, εἴ τι αἰσχρὸν ποιῶν κατάδηλος γίγνοιτο ἢ πάσχων ὑπό του διʼ ἀνανδρίαν μὴ ἀμυνόμενος, οὔτʼ ἂν ὑπὸ πατρὸς ὀφθέντα οὕτως ἀλγῆσαι οὔτε ὑπὸ ἑταίρων οὔτε ὑπʼ ἄλλου οὐδενὸς ὡς ὑπὸ παιδικῶν. ταὐτὸν δὲ τοῦτο καὶ τὸν ἐρώμενον ὁρῶμεν, ὅτι διαφερόντως τοὺς ἐραστὰς αἰσχύνεται, ὅταν ὀφθῇ ἐν αἰσχρῷ τινι ὤν. εἰ οὖν μηχανή τις γένοιτο ὥστε πόλιν γενέσθαι ἢ στρατόπεδον ἐραστῶν τε καὶ παιδικῶν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον οἰκήσειαν τὴν ἑαυτῶν ἢ ἀπεχόμενοι πάντων τῶν αἰσχρῶν καὶ φιλοτιμούμενοι πρὸς ἀλλήλους, καὶ μαχόμενοί γʼ ἂν μετʼ ἀλλήλων οἱ τοιοῦτοι νικῷεν ἂν ὀλίγοι ὄντες ὡς ἔπος εἰπεῖν πάντας ἀνθρώπους. ἐρῶν γὰρ ἀνὴρ ὑπὸ παιδικῶν ὀφθῆναι ἢ λιπὼν τάξιν ἢ ὅπλα ἀποβαλὼν ἧττον ἂν δήπου δέξαιτο ἢ ὑπὸ πάντων τῶν ἄλλων, καὶ πρὸ τούτου τεθνάναι ἂν πολλάκις ἕλοιτο. καὶ μὴν ἐγκαταλιπεῖν γε τὰ παιδικὰ ἢ μὴ βοηθῆσαι κινδυνεύοντι— οὐδεὶς οὕτω κακὸς ὅντινα οὐκ ἂν αὐτὸς ὁ Ἔρως ἔνθεον ποιήσειε πρὸς ἀρετήν, ὥστε ὅμοιον εἶναι τῷ ἀρίστῳ φύσει· καὶ ἀτεχνῶς, ὃ ἔφη Ὅμηρος, μένος ἐμπνεῦσαι ἐνίοις τῶν ἡρώων τὸν θεόν, τοῦτο ὁ Ἔρως τοῖς ἐρῶσι παρέχει γιγνόμενον παρʼ αὑτοῦ. καὶ μὴν ὑπεραποθνῄσκειν γε μόνοι ἐθέλουσιν οἱ ἐρῶντες, οὐ μόνον ὅτι ἄνδρες, ἀλλὰ καὶ αἱ γυναῖκες. τούτου δὲ καὶ ἡ Πελίου θυγάτηρ Ἄλκηστις ἱκανὴν μαρτυρίαν παρέχεται ὑπὲρ τοῦδε τοῦ λόγου εἰς τοὺς Ἕλληνας, ἐθελήσασα μόνη ὑπὲρ τοῦ αὑτῆς ἀνδρὸς ἀποθανεῖν, ὄντων αὐτῷ πατρός τε καὶ μητρός, οὓς ἐκείνη τοσοῦτον ὑπερεβάλετο τῇ φιλίᾳ διὰ τὸν ἔρωτα, ὥστε ἀποδεῖξαι αὐτοὺς ἀλλοτρίους ὄντας τῷ ὑεῖ καὶ ὀνόματι μόνον προσήκοντας, καὶ τοῦτʼ ἐργασαμένη τὸ ἔργον οὕτω καλὸν ἔδοξεν ἐργάσασθαι οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θεοῖς, ὥστε πολλῶν πολλὰ καὶ καλὰ ἐργασαμένων εὐαριθμήτοις δή τισιν ἔδοσαν τοῦτο γέρας οἱ θεοί, ἐξ Ἅιδου ἀνεῖναι πάλιν τὴν ψυχήν, ἀλλὰ τὴν ἐκείνης ἀνεῖσαν ἀγασθέντες τῷ ἔργῳ· οὕτω καὶ θεοὶ τὴν περὶ τὸν ἔρωτα σπουδήν τε καὶ ἀρετὴν μάλιστα τιμῶσιν. Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δείξαντες τῆς γυναικὸς ἐφʼ ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἅτε ὢν κιθαρῳδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνῄσκειν ὥσπερ Ἄλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγάρτοι διὰ ταῦτα δίκην αὐτῷ ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι, οὐχ ὥσπερ Ἀχιλλέα τὸν τῆς Θέτιδος ὑὸν ἐτίμησαν καὶ εἰς μακάρων νήσους ἀπέπεμψαν, ὅτι πεπυσμένος παρὰ τῆς μητρὸς ὡς ἀποθανοῖτο ἀποκτείνας Ἕκτορα, μὴ ποιήσας δὲ τοῦτο οἴκαδε ἐλθὼν γηραιὸς τελευτήσοι, ἐτόλμησεν ἑλέσθαι βοηθήσας τῷ ἐραστῇ Πατρόκλῳ καὶ τιμωρήσας οὐ μόνον ὑπεραποθανεῖν ἀλλὰ καὶ ἐπαποθανεῖν τετελευτηκότι· ὅθεν δὴ καὶ ὑπεραγασθέντες οἱ θεοὶ διαφερόντως αὐτὸν ἐτίμησαν, ὅτι τὸν ἐραστὴν οὕτω περὶ πολλοῦ ἐποιεῖτο. Αἰσχύλος δὲ φλυαρεῖ φάσκων Ἀχιλλέα Πατρόκλου ἐρᾶν, ὃς ἦν καλλίων οὐ μόνον Πατρόκλου ἀλλʼ ἅμα καὶ τῶν ἡρώων ἁπάντων, καὶ ἔτι ἀγένειος, ἔπειτα νεώτερος πολύ, ὥς φησιν Ὅμηρος. ἀλλὰ γὰρ τῷ ὄντι μάλιστα μὲν ταύτην τὴν ἀρετὴν οἱ θεοὶ τιμῶσιν τὴν περὶ τὸν ἔρωτα, μᾶλλον μέντοι θαυμάζουσιν καὶ ἄγανται καὶ εὖ ποιοῦσιν ὅταν ὁ ἐρώμενος τὸν ἐραστὴν ἀγαπᾷ, ἢ ὅταν ὁ ἐραστὴς τὰ παιδικά. θειότερον γὰρ ἐραστὴς παιδικῶν· ἔνθεος γάρ ἐστι. διὰ ταῦτα καὶ τὸν Ἀχιλλέα τῆς Ἀλκήστιδος μᾶλλον ἐτίμησαν, εἰς μακάρων νήσους ἀποπέμψαντες. οὕτω δὴ ἔγωγέ φημι ἔρωτα θεῶν καὶ πρεσβύτατον καὶ τιμιώτατον καὶ κυριώτατον εἶναι εἰς ἀρετῆς καὶ εὐδαιμονίας κτῆσιν ἀνθρώποις καὶ ζῶσι καὶ τελευτήσασιν.

さて、それぞれが語ったことすべてを、アリストデモスがすっかり覚えていたわけではないし、また私も、あの人が言ったことをすべて〔覚えている〕わけではない。だが、とりわけ〔記憶に残った〕ことと、記憶に値すると私に思われた人々のことについて、その一人一人の言論を君たちに話そう。というのも、まず最初に、私が言っているように、パイドロスが、何かこのあたりから語り始めたと彼は言った。エロースは偉大な神であり、人間たちのあいだでも神々のあいだでも驚くべき神である。ほかの多くの点でもそうだが、とりわけその生まれの点でそうである、と。「というのも、この神が神々のうちで最も古いものであることは、尊いことなのだ」と彼は言った、「そしてその証拠はこうだ。エロースの両親はいないし、私人によっても詩人によっても、誰によっても語られていない。ヘシオドスは、まず最初にカオスが生じたと言う――『だがその後に、広い胸をもつガイア、すべてのものの常に揺るがぬ座、そしてエロスが』。ヘシオドスにはアクシラオスも同意して、カオスの後にこの二つ、ガイアとエロースとが生じたと言う。そしてパルメニデスはその生成について言う――『〔女神は〕すべての神々のうちで最初にエロースを考え出した』。このように、エロースが神々のうちで最も古いということは、多くの方面から同意されている。そして最も古いものとして、私たちにとって最も大きな善いものの原因なのだ。というのも、私は、若いうちからすぐに、すぐれた恋する者を〔持つこと〕、そして恋する者にとってはすぐれた愛される少年を〔持つこと〕よりも大きな善いものが何であるか、言うことができないのだ。というのも、立派に生きようとする人間たちが、その全生涯にわたって導き手とすべきものを、血縁も名誉も富も、ほかの何も、恋ほど立派に植えつけることはできないのだから。では、私はそれを何と言うのか。醜いことに対する恥と、美しいことに対する名誉心だ。というのも、これらなしには、国も私人も、大きく美しい仕事をなしとげることはできないのだから。そこで私は言う。恋している男は、もし何か醜いことをしているのを見つかったり、あるいは誰かから〔醜い仕打ちを〕受けながら臆病のために身を守らなかったりしたなら、父親に見られても、仲間に見られても、ほかの誰に見られても、愛する少年に見られたときほどには苦しまないだろう、と。そしてこれと同じことを、愛される者についても私たちは見る。何か醜いことをしているところを見られると、とりわけ恋する者たちに恥じ入るのだ。そこで、もし何らかの仕掛けによって、国か軍隊が、恋する者たちと愛される少年たちとからできるとしたら、あらゆる醜いことを控え、互いに名誉を競い合うこと以上に、自分たちの国をよく治める方法はないだろう。そしてこのような人々が互いに一緒に戦えば、少数であっても、いわば全人類に勝つだろう。というのも、恋している男は、戦列を離れたり武器を投げ捨てたりするところを、ほかのすべての人々に見られるよりも、愛する少年に見られることのほうを、きっとより受け入れがたいだろうし、それよりは何度でも死ぬことを選ぶだろうから。そしてまた、愛する少年を見捨てたり、危険にあるのを助けなかったりすることについては――エロースそのものが徳に向けて神がかりにして、生まれつき最もすぐれた者と同じようにしないほど、悪い者は誰もいない。そしてまさに、ホメロスが、神がある英雄たちに『勇気を吹き込んだ』と言ったこと、それをエロースは、恋する者たちに、自らのもとから生じるものとして与えるのだ。そしてまた、他人のために死のうとするのは、恋する者たちだけだ。男たちだけでなく、女たちも。このことについては、ペリアスの娘アルケスティスが、ギリシア人たちに対して、この言論のための十分な証しを与えている。彼女は、夫には父も母もいたのに、ただひとり夫のために死のうとした。彼女は恋のゆえに、その愛情において彼らをはるかにしのいだので、彼らが息子にとって他人であり、名前の上でだけ身内であることを示したのだ。そしてこの行いをなしとげて、人間たちだけでなく神々にも、それがあまりに美しい行いをなしとげたと思われたので、多くの人々が多くの美しいことをなしとげたなかで、神々がこの褒美――魂をハデスから再び送り返すこと――を与えたのはごく数えるほどの人々にだけだったが、彼女の魂は、その行いに感嘆して送り返したのだ。このように、神々も、恋にかかわる熱意と徳とをとりわけ尊ぶのだ。だがオイアグロスの子オルペウスを、神々はハデスから目的を果たさせずに送り返した。彼が迎えに来た妻の幻を見せはしたが、彼女自身は与えなかった。というのも、彼は竪琴弾きであったので、軟弱だと思われ、アルケスティスのように恋のために死ぬ勇気をもたず、生きたままハデスに入ることを工夫したと思われたからだ。それゆえ、まさにそのために神々は彼に罰を科し、その死が女たちによって起こるようにした。テティスの子アキレウスを尊び、浄福な者たちの島々へ送ったのとは違って。アキレウスは、ヘクトルを殺せば自分は死ぬだろうが、そうしなければ家に帰って年老いて死ぬだろうと母から聞いていたのに、恋する者パトロクロスを助け、その仇を討って、彼のために死ぬだけでなく、死んだ彼の後を追って死ぬことをあえて選んだのだ。それゆえ神々は、彼が恋する者をそれほど大切にしたことに感嘆して、とりわけ彼を尊んだのだ。アイスキュロスは、アキレウスがパトロクロスに恋していたと言うが、それはたわごとだ。アキレウスは、パトロクロスよりも、また同時にすべての英雄たちよりも美しく、そのうえまだひげもなく、さらにずっと若かったと、ホメロスは言っている。だが実のところ、神々は、恋にかかわるこの徳をとりわけ尊ぶのだが、恋する者が愛される少年を〔愛する〕ときよりも、愛される者が恋する者を慕うときのほうを、いっそう驚き、感嘆し、よくしてやるのだ。というのも、恋する者は愛される少年よりも神的なのだから。神がかっているのだから。それゆえ神々は、アキレウスをアルケスティスよりもいっそう尊び、浄福な者たちの島々へ送ったのだ。こうして私は、エロースが神々のうちで最も古く、最も尊く、そして人間たちにとって、生きているときにも死んだ後にも、徳と幸福を得ることについて最も力ある神だと言うのだ」。

パウサニアスの演説――二人のアプロディテと二つのエロース180c–181d

180c

Φαῖδρον μὲν τοιοῦτόν τινα λόγον ἔφη εἰπεῖν, μετὰ δὲ Φαῖδρον ἄλλους τινὰς εἶναι ὧν οὐ πάνυ διεμνημόνευε· οὓς παρεὶς τὸν Παυσανίου λόγον διηγεῖτο. εἰπεῖν δʼ αὐτὸν ὅτι οὐ καλῶς μοι δοκεῖ, ὦ Φαῖδρε, προβεβλῆσθαι ἡμῖν ὁ λόγος, τὸ ἁπλῶς οὕτως παρηγγέλθαι ἐγκωμιάζειν ἔρωτα. εἰ μὲν γὰρ εἷς ἦν ὁ Ἔρως, καλῶς ἂν εἶχε, νῦν δὲ οὐ γάρ ἐστιν εἷς· μὴ ὄντος δὲ ἑνὸς ὀρθότερόν ἐστι πρότερον προρρηθῆναι ὁποῖον δεῖ ἐπαινεῖν. ἐγὼ οὖν πειράσομαι τοῦτο ἐπανορθώσασθαι, πρῶτον μὲν ἔρωτα φράσαι ὃν δεῖ ἐπαινεῖν, ἔπειτα ἐπαινέσαι ἀξίως τοῦ θεοῦ. πάντες γὰρ ἴσμεν ὅτι οὐκ ἔστιν ἄνευ Ἔρωτος Ἀφροδίτη. μιᾶς μὲν οὖν οὔσης εἷς ἂν ἦν Ἔρως· ἐπεὶ δὲ δὴ δύο ἐστόν, δύο ἀνάγκη καὶ Ἔρωτε εἶναι. πῶς δʼ οὐ δύο τὼ θεά; ἡ μέν γέ που πρεσβυτέρα καὶ ἀμήτωρ Οὐρανοῦ θυγάτηρ, ἣν δὴ καὶ Οὐρανίαν ἐπονομάζομεν· ἡ δὲ νεωτέρα Διὸς καὶ Διώνης, ἣν δὴ Πάνδημον καλοῦμεν. ἀναγκαῖον δὴ καὶ ἔρωτα τὸν μὲν τῇ ἑτέρᾳ συνεργὸν Πάνδημον ὀρθῶς καλεῖσθαι, τὸν δὲ Οὐράνιον. ἐπαινεῖν μὲν οὖν δεῖ πάντας θεούς, ἃ δʼ οὖν ἑκάτερος εἴληχε πειρατέον εἰπεῖν. πᾶσα γὰρ πρᾶξις ὧδʼ ἔχει· αὐτὴ ἐφʼ ἑαυτῆς πραττομένη οὔτε καλὴ οὔτε αἰσχρά. οἷον ὃ νῦν ἡμεῖς ποιοῦμεν, ἢ πίνειν ἢ ᾁδειν ἢ διαλέγεσθαι, οὐκ ἔστι τούτων αὐτὸ καλὸν οὐδέν, ἀλλʼ ἐν τῇ πράξει, ὡς ἂν πραχθῇ, τοιοῦτον ἀπέβη· καλῶς μὲν γὰρ πραττόμενον καὶ ὀρθῶς καλὸν γίγνεται, μὴ ὀρθῶς δὲ αἰσχρόν. οὕτω δὴ καὶ τὸ ἐρᾶν καὶ ὁ Ἔρως οὐ πᾶς ἐστι καλὸς οὐδὲ ἄξιος ἐγκωμιάζεσθαι, ἀλλὰ ὁ καλῶς προτρέπων ἐρᾶν. ὁ μὲν οὖν τῆς Πανδήμου Ἀφροδίτης ὡς ἀληθῶς πάνδημός ἐστι καὶ ἐξεργάζεται ὅτι ἂν τύχῃ· καὶ οὗτός ἐστιν ὃν οἱ φαῦλοι τῶν ἀνθρώπων ἐρῶσιν. ἐρῶσι δὲ οἱ τοιοῦτοι πρῶτον μὲν οὐχ ἧττον γυναικῶν ἢ παίδων, ἔπειτα ὧν καὶ ἐρῶσι τῶν σωμάτων μᾶλλον ἢ τῶν ψυχῶν, ἔπειτα ὡς ἂν δύνωνται ἀνοητοτάτων, πρὸς τὸ διαπράξασθαι μόνον βλέποντες, ἀμελοῦντες δὲ τοῦ καλῶς ἢ μή· ὅθεν δὴ συμβαίνει αὐτοῖς ὅτι ἂν τύχωσι τοῦτο πράττειν, ὁμοίως μὲν ἀγαθόν, ὁμοίως δὲ τοὐναντίον. ἔστι γὰρ καὶ ἀπὸ τῆς θεοῦ νεωτέρας τε οὔσης πολὺ ἢ τῆς ἑτέρας, καὶ μετεχούσης ἐν τῇ γενέσει καὶ θήλεος καὶ ἄρρενος. ὁ δὲ τῆς Οὐρανίας πρῶτον μὲν οὐ μετεχούσης θήλεος ἀλλʼ ἄρρενος μόνον—καὶ ἔστιν οὗτος ὁ τῶν παίδων ἔρως—ἔπειτα πρεσβυτέρας, ὕβρεως ἀμοίρου· ὅθεν δὴ ἐπὶ τὸ ἄρρεν τρέπονται οἱ ἐκ τούτου τοῦ ἔρωτος ἔπιπνοι, τὸ φύσει ἐρρωμενέστερον καὶ νοῦν μᾶλλον ἔχον ἀγαπῶντες. καί τις ἂν γνοίη καὶ ἐν αὐτῇ τῇ παιδεραστίᾳ τοὺς εἰλικρινῶς ὑπὸ τούτου τοῦ ἔρωτος ὡρμημένους· οὐ γὰρ ἐρῶσι παίδων, ἀλλʼ ἐπειδὰν ἤδη ἄρχωνται νοῦν ἴσχειν, τοῦτο δὲ πλησιάζει τῷ γενειάσκειν. παρεσκευασμένοι γὰρ οἶμαί εἰσιν οἱ ἐντεῦθεν ἀρχόμενοι ἐρᾶν ὡς τὸν βίον ἅπαντα συνεσόμενοι καὶ κοινῇ συμβιωσόμενοι, ἀλλʼ οὐκ ἐξαπατήσαντες, ἐν ἀφροσύνῃ λαβόντες ὡς νέον, καταγελάσαντες οἰχήσεσθαι ἐπʼ ἄλλον ἀποτρέχοντες.

パイドロスは何かこのような言論を語った、と彼は言った。そしてパイドロスの後には、ほかに何人かがいたが、それらの人々のことは彼はよく覚えていなかった。彼はそれらの人々を飛ばして、パウサニアスの言論を話してくれた。パウサニアスはこう言ったという。「パイドロス、私たちに課された言論は、立派に提示されたとは私には思われない。ただこうして単純に、エロースを讃美するよう命じられたというのは。というのも、もしエロースが一つであったなら、それでよかっただろう。だが実際には、一つではないのだ。一つでないのなら、どのようなエロースを讃えるべきかを、まず前もって言っておくほうがより正しい。そこで私は、これを正してみよう。まず讃えるべきエロースを言い、次にその神にふさわしく讃えることにしよう。というのも、私たちは皆、エロースなしにはアプロディテはいないことを知っている。そこで、もしアプロディテが一人なら、エロースも一人だろう。だが実際には二人いるのだから、エロースも二人いなければならない。どうして女神が二人でないことがあろうか。一方は、きっとより年長で、母のない、ウラノスの娘であり、私たちは彼女をウラニア〔天上の〕と呼んでいる。他方はより若く、ゼウスとディオネの娘であり、私たちは彼女をパンデモス〔万民の〕と呼んでいる。そこで、エロースもまた、一方の女神と共に働くものはパンデモスと、他方はウラニオスと呼ばれるのが正しい。さて、すべての神々を讃えなければならないが、それぞれがどんなものを割り当てられているかを言うよう試みなければならない。というのも、あらゆる行為はこのようなものなのだ。それ自体として行われるときには、美しくも醜くもない。たとえば、今私たちがしていること、すなわち飲むことや歌うことや語り合うことは、それらのどれもそれ自体としては美しくない。そうではなく、行為において、それがどのように行われるかによって、そのようなものとなる。立派に、正しく行われれば美しくなり、正しくなければ醜くなる。そのように、恋することもエロースも、すべてが美しいわけでも讃美に値するわけでもなく、立派に恋するよう促すエロースが〔美しく、讃美に値するのだ〕。さて、パンデモス・アプロディテのエロースは、本当に万民的であって、たまたまのことを何でもなしとげる。そしてこれこそ、人間のうちのつまらない者たちが恋するエロースだ。このような者たちは、まず第一に、少年に劣らず女にも恋し、次に、恋する相手の魂よりも身体に恋し、さらにできるかぎり最も愚かな者たちに恋する。ただ事を遂げることだけに目を向け、それが立派かどうかを気にかけないのだから。それゆえ、彼らには、たまたまのことを何であれ行うことが起こるのだ。善いことも、反対のことも同じように。というのも、このエロースは、もう一方の女神よりもずっと若く、その生まれにおいて女性にも男性にもあずかっている女神から〔生まれた〕のだから。だがウラニアのエロースは、まず第一に女性にあずからず、男性にだけあずかる女神から――そしてこれが少年への恋である――、次に、より年長で、傲慢に関わりのない女神から〔生まれた〕のだ。それゆえ、このエロースから息を吹き込まれた者たちは男性へと向かう。本性上より力強く、より知性をもつものを愛するのだ。そして少年愛そのもののうちにも、このエロースに純粋に駆り立てられた者たちを見分けることができるだろう。というのも、彼らは〔幼い〕少年たちには恋せず、すでに知性をもちはじめるときに〔恋する〕のだ。そしてそれは、ひげの生えはじめる時期に近い。というのも、私の思うには、そこから恋しはじめる者たちは、生涯ずっと一緒にいて、共に暮らす用意ができているのであり、若い者を愚かさのうちにつかまえて欺き、あざ笑って、ほかの者へと走り去ってしまうのではないのだ。

恋をめぐる各地の慣わしとアテナイの法181d–183d

181d

χρῆν δὲ καὶ νόμον εἶναι μὴ ἐρᾶν παίδων, ἵνα μὴ εἰς ἄδηλον πολλὴ σπουδὴ ἀνηλίσκετο· τὸ γὰρ τῶν παίδων τέλος ἄδηλον οἷ τελευτᾷ κακίας καὶ ἀρετῆς ψυχῆς τε πέρι καὶ σώματος. οἱ μὲν οὖν ἀγαθοὶ τὸν νόμον τοῦτον αὐτοὶ αὑτοῖς ἑκόντες τίθενται, χρῆν δὲ καὶ τούτους τοὺς πανδήμους ἐραστὰς προσαναγκάζειν τὸ τοιοῦτον, ὥσπερ καὶ τῶν ἐλευθέρων γυναικῶν προσαναγκάζομεν αὐτοὺς καθʼ ὅσον δυνάμεθα μὴ ἐρᾶν. οὗτοι γάρ εἰσιν οἱ καὶ τὸ ὄνειδος πεποιηκότες, ὥστε τινὰς τολμᾶν λέγειν ὡς αἰσχρὸν χαρίζεσθαι ἐρασταῖς· λέγουσι δὲ εἰς τούτους ἀποβλέποντες, ὁρῶντες αὐτῶν τὴν ἀκαιρίαν καὶ ἀδικίαν, ἐπεὶ οὐ δήπου κοσμίως γε καὶ νομίμως ὁτιοῦν πρᾶγμα πραττόμενον ψόγον ἂν δικαίως φέροι. καὶ δὴ καὶ ὁ περὶ τὸν ἔρωτα νόμος ἐν μὲν ταῖς ἄλλαις πόλεσι νοῆσαι ῥᾴδιος, ἁπλῶς γὰρ ὥρισται· ὁ δʼ ἐνθάδε καὶ ἐν Λακεδαίμονι ποικίλος. ἐν Ἤλιδι μὲν γὰρ καὶ ἐν Βοιωτοῖς, καὶ οὗ μὴ σοφοὶ λέγειν, ἁπλῶς νενομοθέτηται καλὸν τὸ χαρίζεσθαι ἐρασταῖς, καὶ οὐκ ἄν τις εἴποι οὔτε νέος οὔτε παλαιὸς ὡς αἰσχρόν, ἵνα οἶμαι μὴ πράγματʼ ἔχωσιν λόγῳ πειρώμενοι πείθειν τοὺς νέους, ἅτε ἀδύνατοι λέγειν· τῆς δὲ Ἰωνίας καὶ ἄλλοθι πολλαχοῦ αἰσχρὸν νενόμισται, ὅσοι ὑπὸ βαρβάροις οἰκοῦσιν. τοῖς γὰρ βαρβάροις διὰ τὰς τυραννίδας αἰσχρὸν τοῦτό γε καὶ ἥ γε φιλοσοφία καὶ ἡ φιλογυμναστία· οὐ γὰρ οἶμαι συμφέρει τοῖς ἄρχουσι φρονήματα μεγάλα ἐγγίγνεσθαι τῶν ἀρχομένων, οὐδὲ φιλίας ἰσχυρὰς καὶ κοινωνίας, ὃ δὴ μάλιστα φιλεῖ τά τε ἄλλα πάντα καὶ ὁ ἔρως ἐμποιεῖν. ἔργῳ δὲ τοῦτο ἔμαθον καὶ οἱ ἐνθάδε τύραννοι· ὁ γὰρ Ἀριστογείτονος ἔρως καὶ ἡ Ἁρμοδίου φιλία βέβαιος γενομένη κατέλυσεν αὐτῶν τὴν ἀρχήν. οὕτως οὗ μὲν αἰσχρὸν ἐτέθη χαρίζεσθαι ἐρασταῖς, κακίᾳ τῶν θεμένων κεῖται, τῶν μὲν ἀρχόντων πλεονεξίᾳ, τῶν δὲ ἀρχομένων ἀνανδρίᾳ· οὗ δὲ καλὸν ἁπλῶς ἐνομίσθη, διὰ τὴν τῶν θεμένων τῆς ψυχῆς ἀργίαν. ἐνθάδε δὲ πολὺ τούτων κάλλιον νενομοθέτηται, καὶ ὅπερ εἶπον, οὐ ῥᾴδιον κατανοῆσαι. ἐνθυμηθέντι γὰρ ὅτι λέγεται κάλλιον τὸ φανερῶς ἐρᾶν τοῦ λάθρᾳ, καὶ μάλιστα τῶν γενναιοτάτων καὶ ἀρίστων, κἂν αἰσχίους ἄλλων ὦσι, καὶ ὅτι αὖ ἡ παρακέλευσις τῷ ἐρῶντι παρὰ πάντων θαυμαστή, οὐχ ὥς τι αἰσχρὸν ποιοῦντι, καὶ ἑλόντι τε καλὸν δοκεῖ εἶναι καὶ μὴ ἑλόντι αἰσχρόν, καὶ πρὸς τὸ ἐπιχειρεῖν ἑλεῖν ἐξουσίαν ὁ νόμος δέδωκε τῷ ἐραστῇ θαυμαστὰ ἔργα ἐργαζομένῳ ἐπαινεῖσθαι, ἃ εἴ τις τολμῴη ποιεῖν ἄλλʼ ὁτιοῦν διώκων καὶ βουλόμενος διαπράξασθαι πλὴν τοῦτο, φιλοσοφίας τὰ μέγιστα καρποῖτʼ ἂν ὀνείδη—εἰ γὰρ ἢ χρήματα βουλόμενος παρά του λαβεῖν ἢ ἀρχὴν ἄρξαι ἤ τινα ἄλλην δύναμιν ἐθέλοι ποιεῖν οἷάπερ οἱ ἐρασταὶ πρὸς τὰ παιδικά, ἱκετείας τε καὶ ἀντιβολήσεις ἐν ταῖς δεήσεσιν ποιούμενοι, καὶ ὅρκους ὀμνύντες, καὶ κοιμήσεις ἐπὶ θύραις, καὶ ἐθέλοντες δουλείας δουλεύειν οἵας οὐδʼ ἂν δοῦλος οὐδείς, ἐμποδίζοιτο ἂν μὴ πράττειν οὕτω τὴν πρᾶξιν καὶ ὑπὸ φίλων καὶ ὑπὸ ἐχθρῶν, τῶν μὲν ὀνειδιζόντων κολακείας καὶ ἀνελευθερίας, τῶν δὲ νουθετούντων καὶ αἰσχυνομένων ὑπὲρ αὐτῶν—τῷ δʼ ἐρῶντι πάντα ταῦτα ποιοῦντι χάρις ἔπεστι, καὶ δέδοται ὑπὸ τοῦ νόμου ἄνευ ὀνείδους πράττειν, ὡς πάγκαλόν τι πρᾶγμα διαπραττομένου· ὃ δὲ δεινότατον, ὥς γε λέγουσιν οἱ πολλοί, ὅτι καὶ ὀμνύντι μόνῳ συγγνώμη παρὰ θεῶν ἐκβάντι τῶν ὅρκων—ἀφροδίσιον γὰρ ὅρκον οὔ φασιν εἶναι· οὕτω καὶ οἱ θεοὶ καὶ οἱ ἄνθρωποι πᾶσαν ἐξουσίαν πεποιήκασι τῷ ἐρῶντι, ὡς ὁ νόμος φησὶν ὁ ἐνθάδε—ταύτῃ μὲν οὖν οἰηθείη ἄν τις πάγκαλον νομίζεσθαι ἐν τῇδε τῇ πόλει καὶ τὸ ἐρᾶν καὶ τὸ φίλους γίγνεσθαι τοῖς ἐρασταῖς. ἐπειδὰν δὲ παιδαγωγοὺς ἐπιστήσαντες οἱ πατέρες τοῖς ἐρωμένοις μὴ ἐῶσι διαλέγεσθαι τοῖς ἐρασταῖς, καὶ τῷ παιδαγωγῷ ταῦτα προστεταγμένα ᾖ, ἡλικιῶται δὲ καὶ ἑταῖροι ὀνειδίζωσιν ἐάν τι ὁρῶσιν τοιοῦτον γιγνόμενον, καὶ τοὺς ὀνειδίζοντας αὖ οἱ πρεσβύτεροι μὴ διακωλύωσι μηδὲ λοιδορῶσιν ὡς οὐκ ὀρθῶς λέγοντας, εἰς δὲ ταῦτά τις αὖ βλέψας ἡγήσαιτʼ ἂν πάλιν αἴσχιστον τὸ τοιοῦτον ἐνθάδε νομίζεσθαι.

〔幼い〕少年たちに恋してはならないという法もあるべきだった。不確かなもののために多くの熱意が費やされないように。というのも、少年たちの行く末が、魂についても身体についても、悪徳と徳のどこへ至るかは不確かなのだから。さて、善い人々はこの法を自分自身に自ら進んで課すが、これら万民的な恋する者たちにも、そのようなことを強いるべきだった。ちょうど、自由人の女たちに恋することを、私たちができるかぎり彼らに禁じているように。というのも、非難を生み出したのもこの人々なのだから。そのため、恋する者たちに身を任せるのは醜いことだと、あえて言う者たちさえいる。彼らはこの人々に目を向けて言うのだ。その時宜を得ないことと不正とを見て。というのも、秩序正しく、法にかなって行われることなら、どんな事柄であれ、正当に非難を受けることはきっとないのだから。そしてまた、恋をめぐる法は、ほかの国々では理解しやすい。単純に定められているからだ。だがここ〔アテナイ〕とラケダイモンでは込み入っている。というのも、エリスやボイオティアの人々のもとでは、そして語ることにたけていない人々のところでは、恋する者たちに身を任せるのは美しいことだと単純に法で定められていて、若い者も年老いた者も、誰もそれが醜いとは言わないだろう。私の思うには、彼らは語ることができないので、言論によって若者たちを説得しようとする面倒を抱えずにすむようにするためなのだ。だがイオニアやほかの多くの場所では、異民族の支配のもとに住むかぎりの人々のあいだでは、それは醜いことと定められている。というのも、異民族にとっては、僭主政のために、これも、そして哲学も体育好きも醜いことなのだ。私の思うには、支配される者たちのうちに大きな気概が、また強い友情や共同が生じることは、支配者たちにとって得にならないのだから。そしてそれこそ、ほかのあらゆるものも、とりわけ恋が植えつけるのを好むものなのだ。そしてこのことを、ここの僭主たちも、実際に身をもって学んだ。アリストゲイトンの恋と、ハルモディオスの友情が確かなものとなって、彼らの支配を打ち倒したのだから。こうして、恋する者たちに身を任せるのは醜いと定められたところでは、それは定めた者たちの悪徳――支配者たちの貪欲と、支配される者たちの臆病――によって定まっているのだ。そして単純に美しいと考えられたところでは、定めた者たちの魂の怠惰のためなのだ。だがここでは、これらよりもはるかに立派に法が定められている。そして私が言ったように、理解するのは容易ではない。というのも、次のことを考えてみればよい。ひそかに恋するよりも、公然と恋するほうが立派だと言われ、それもとりわけ、ほかの人々より醜くても、最も高貴で最もすぐれた人々に〔恋するほうが立派だと言われる〕こと。そしてまた、恋する者への励ましは、何か醜いことをしている者に対するようにではなく、すべての人から驚くほどのものであり、手に入れれば立派だと思われ、手に入れなければ醜いと思われること。そして手に入れようと試みることに関して、法は恋する者に、驚くべきことを行ってもほめられるという自由を与えていること。もし誰かが、これ以外の何であれ追い求め、なしとげたいと思って、それらのことをあえて行うなら、哲学の最大の非難を受けることになるだろうことを――というのも、もし誰かが、誰かから金を受け取りたいと思って、あるいは役職に就きたいと、あるいは何かほかの権力を得たいと思って、恋する者たちが愛する少年に対してするようなこと、すなわち嘆願や哀願を頼みごとにおいてし、誓いを立て、戸口で寝て、奴隷さえしないような奴隷奉公をしようとするなら、友人たちからも敵からも、そのように行為を行うことを妨げられるだろう。一方はへつらいと卑屈さを非難し、他方は忠告して、彼らのために恥じ入るのだから――。だが恋する者には、これらすべてを行っても魅力が伴い、まったく美しい事柄をなしとげている者として、非難なしに行うことが法によって与えられている。そして最も恐ろしいことには、少なくとも多くの人々が言うところでは、誓いを破っても、ただ彼だけには神々からの許しがあるというのだ。愛欲の誓いは誓いではない、と彼らは言うのだから。このように、神々も人間たちも、ここの法が言うとおり、恋する者にあらゆる自由を与えてきたのだ――。こうしたことからすれば、この国では、恋することも、恋する者たちと親しくなることも、まったく美しいことだと考えられていると、人は思うだろう。だが、父親たちが愛される者たちに養育係をつけて、恋する者たちと語り合うことを許さず、養育係にもそのことが命じられ、同じ年頃の者や仲間たちは、そのようなことが起こっているのを見れば非難し、そしてまた年長者たちは、非難する者たちを、正しく言っていないとして妨げも叱りもしないとき、今度はこれらのことに目を向けた人は、ここではそのようなことが最も醜いことと考えられていると、逆に思うだろう。

徳のための奉仕――天上のエロース183d–185c

183d

τὸ δὲ οἶμαι ὧδʼ ἔχει· οὐχ ἁπλοῦν ἐστιν, ὅπερ ἐξ ἀρχῆς ἐλέχθη οὔτε καλὸν εἶναι αὐτὸ καθʼ αὑτὸ οὔτε αἰσχρόν, ἀλλὰ καλῶς μὲν πραττόμενον καλόν, αἰσχρῶς δὲ αἰσχρόν. αἰσχρῶς μὲν οὖν ἐστι πονηρῷ τε καὶ πονηρῶς χαρίζεσθαι, καλῶς δὲ χρηστῷ τε καὶ καλῶς. πονηρὸς δʼ ἐστὶν ἐκεῖνος ὁ ἐραστὴς ὁ πάνδημος, ὁ τοῦ σώματος μᾶλλον ἢ τῆς ψυχῆς ἐρῶν· καὶ γὰρ οὐδὲ μόνιμός ἐστιν, ἅτε οὐδὲ μονίμου ἐρῶν πράγματος. ἅμα γὰρ τῷ τοῦ σώματος ἄνθει λήγοντι, οὗπερ ἤρα, οἴχεται ἀποπτάμενος, πολλοὺς λόγους καὶ ὑποσχέσεις καταισχύνας· ὁ δὲ τοῦ ἤθους χρηστοῦ ὄντος ἐραστὴς διὰ βίου μένει, ἅτε μονίμῳ συντακείς. τούτους δὴ βούλεται ὁ ἡμέτερος νόμος εὖ καὶ καλῶς βασανίζειν, καὶ τοῖς μὲν χαρίσασθαι, τοὺς δὲ διαφεύγειν. διὰ ταῦτα οὖν τοῖς μὲν διώκειν παρακελεύεται, τοῖς δὲ φεύγειν, ἀγωνοθετῶν καὶ βασανίζων ποτέρων ποτέ ἐστιν ὁ ἐρῶν καὶ ποτέρων ὁ ἐρώμενος. οὕτω δὴ ὑπὸ ταύτης τῆς αἰτίας πρῶτον μὲν τὸ ἁλίσκεσθαι ταχὺ αἰσχρὸν νενόμισται, ἵνα χρόνος ἐγγένηται, ὃς δὴ δοκεῖ τὰ πολλὰ καλῶς βασανίζειν, ἔπειτα τὸ ὑπὸ χρημάτων καὶ ὑπὸ πολιτικῶν δυνάμεων ἁλῶναι αἰσχρόν, ἐάν τε κακῶς πάσχων πτήξῃ καὶ μὴ καρτερήσῃ, ἄν τʼ εὐεργετούμενος εἰς χρήματα ἢ εἰς διαπράξεις πολιτικὰς μὴ καταφρονήσῃ· οὐδὲν γὰρ δοκεῖ τούτων οὔτε βέβαιον οὔτε μόνιμον εἶναι, χωρὶς τοῦ μηδὲ πεφυκέναι ἀπʼ αὐτῶν γενναίαν φιλίαν. μία δὴ λείπεται τῷ ἡμετέρῳ νόμῳ ὁδός, εἰ μέλλει καλῶς χαριεῖσθαι ἐραστῇ παιδικά. ἔστι γὰρ ἡμῖν νόμος, ὥσπερ ἐπὶ τοῖς ἐρασταῖς ἦν δουλεύειν ἐθέλοντα ἡντινοῦν δουλείαν παιδικοῖς μὴ κολακείαν εἶναι μηδὲ ἐπονείδιστον, οὕτω δὴ καὶ ἄλλη μία μόνη δουλεία ἑκούσιος λείπεται οὐκ ἐπονείδιστος· αὕτη δʼ ἐστὶν ἡ περὶ τὴν ἀρετήν. νενόμισται γὰρ δὴ ἡμῖν, ἐάν τις ἐθέλῃ τινὰ θεραπεύειν ἡγούμενος διʼ ἐκεῖνον ἀμείνων ἔσεσθαι ἢ κατὰ σοφίαν τινὰ ἢ κατὰ ἄλλο ὁτιοῦν μέρος ἀρετῆς, αὕτη αὖ ἡ ἐθελοδουλεία οὐκ αἰσχρὰ εἶναι οὐδὲ κολακεία. δεῖ δὴ τὼ νόμω τούτω συμβαλεῖν εἰς ταὐτόν, τόν τε περὶ τὴν παιδεραστίαν καὶ τὸν περὶ τὴν φιλοσοφίαν τε καὶ τὴν ἄλλην ἀρετήν, εἰ μέλλει συμβῆναι καλὸν γενέσθαι τὸ ἐραστῇ παιδικὰ χαρίσασθαι. ὅταν γὰρ εἰς τὸ αὐτὸ ἔλθωσιν ἐραστής τε καὶ παιδικά, νόμον ἔχων ἑκάτερος, ὁ μὲν χαρισαμένοις παιδικοῖς ὑπηρετῶν ὁτιοῦν δικαίως ἂν ὑπηρετεῖν, ὁ δὲ τῷ ποιοῦντι αὐτὸν σοφόν τε καὶ ἀγαθὸν δικαίως αὖ ὁτιοῦν ἂν ὑπουργῶν ὑπουργεῖν, καὶ ὁ μὲν δυνάμενος εἰς φρόνησιν καὶ τὴν ἄλλην ἀρετὴν συμβάλλεσθαι, ὁ δὲ δεόμενος εἰς παίδευσιν καὶ τὴν ἄλλην σοφίαν κτᾶσθαι, τότε δὴ τούτων συνιόντων εἰς ταὐτὸν τῶν νόμων μοναχοῦ ἐνταῦθα συμπίπτει τὸ καλὸν εἶναι παιδικὰ ἐραστῇ χαρίσασθαι, ἄλλοθι δὲ οὐδαμοῦ. ἐπὶ τούτῳ καὶ ἐξαπατηθῆναι οὐδὲν αἰσχρόν· ἐπὶ δὲ τοῖς ἄλλοις πᾶσι καὶ ἐξαπατωμένῳ αἰσχύνην φέρει καὶ μή. εἰ γάρ τις ἐραστῇ ὡς πλουσίῳ πλούτου ἕνεκα χαρισάμενος ἐξαπατηθείη καὶ μὴ λάβοι χρήματα, ἀναφανέντος τοῦ ἐραστοῦ πένητος, οὐδὲν ἧττον αἰσχρόν· δοκεῖ γὰρ ὁ τοιοῦτος τό γε αὑτοῦ ἐπιδεῖξαι, ὅτι ἕνεκα χρημάτων ὁτιοῦν ἂν ὁτῳοῦν ὑπηρετοῖ, τοῦτο δὲ οὐ καλόν. κατὰ τὸν αὐτὸν δὴ λόγον κἂν εἴ τις ὡς ἀγαθῷ χαρισάμενος καὶ αὐτὸς ὡς ἀμείνων ἐσόμενος διὰ τὴν φιλίαν ἐραστοῦ ἐξαπατηθείη, ἀναφανέντος ἐκείνου κακοῦ καὶ οὐ κεκτημένου ἀρετήν, ὅμως καλὴ ἡ ἀπάτη· δοκεῖ γὰρ αὖ καὶ οὗτος τὸ καθʼ αὑτὸν δεδηλωκέναι, ὅτι ἀρετῆς γʼ ἕνεκα καὶ τοῦ βελτίων γενέσθαι πᾶν ἂν παντὶ προθυμηθείη, τοῦτο δὲ αὖ πάντων κάλλιστον· οὕτω πᾶν πάντως γε καλὸν ἀρετῆς γʼ ἕνεκα χαρίζεσθαι. οὗτός ἐστιν ὁ τῆς οὐρανίας θεοῦ ἔρως καὶ οὐράνιος καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τόν τε ἐρῶντα αὐτὸν αὑτοῦ καὶ τὸν ἐρώμενον· οἱ δʼ ἕτεροι πάντες τῆς ἑτέρας, τῆς πανδήμου. ταῦτά σοι, ἔφη, ὡς ἐκ τοῦ παραχρῆμα, ὦ Φαῖδρε, περὶ Ἔρωτος συμβάλλομαι.

だが、私の思うには、事情はこうなのだ。それは単純ではない。はじめに言われたように、それ自体として美しいのでも醜いのでもなく、美しく行われれば美しく、醜く行われれば醜いのだ。そこで、悪い者に、悪い仕方で身を任せるのは醜く、すぐれた者に、美しい仕方で〔身を任せるのは〕美しい。そして悪い者とは、あの万民的な恋する者、魂よりも身体に恋する者のことだ。というのも、彼は永続的でさえない。永続的でない事柄に恋しているのだから。というのも、彼が恋していた身体の花が衰えるやいなや、多くの言葉と約束を辱めて、飛び去ってしまうのだ。だが、すぐれた性格に恋する者は、生涯とどまる。永続的なものに溶け合ったのだから。まさにこれらの人々を、私たちの法はよく立派に試そうとするのだ。そして一方の者たちには身を任せ、他方の者たちからは逃れるようにと。それゆえ、一方の者たちには追うよう、他方の者たちには逃げるよう促し、恋する者がどちらの側に属し、愛される者がどちらの側に属するのかを、競技を主催して試すのだ。こうして、この理由のために、まず第一に、すばやくとらえられるのは醜いと考えられている。時間が介在するようにだ。時間は多くのことを立派に試すと思われるのだから。次に、金銭や政治的な権力によってとらえられるのは醜い。ひどい目にあって縮みあがり、耐えなかったにせよ、恩恵を受けて、金銭や政治上の成功を軽んじなかったにせよ。というのも、これらのどれも確かでも永続的でもないと思われるのだから。それらから高貴な友情が生まれるはずもないことは別にしても。そこで、愛される少年が恋する者に立派に身を任せようとするなら、私たちの法にはただ一つの道が残されている。というのも、私たちには法があるのだ。恋する者たちについては、愛する少年に対してどんな奴隷奉公をしようとしても、それはへつらいでも非難に値するものでもないとされていたように、ほかにもただ一つ、非難に値しない自発的な奴隷奉公が残されている。それは徳にかかわるものだ。というのも、私たちのもとでは、もし誰かが、ある人のおかげで、知恵の点でであれ、徳のほかのどの部分の点でであれ、自分がよりよくなるだろうと考えて、その人に仕えようとするなら、この自発的な奴隷奉公もまた、醜いことでもへつらいでもないと考えられているのだ。そこで、愛される少年が恋する者に身を任せることが美しいことになろうとするなら、この二つの法、すなわち少年愛にかかわる法と、哲学およびほかの徳にかかわる法とを、一つに合わせなければならない。というのも、恋する者と愛される少年とが同じところへ来て、それぞれが法をもつとき、すなわち一方は、身を任せた少年に何であれ仕えるのは正当に仕えることだという〔法〕を、他方は、自分を知恵ある善い者にしてくれる者に何であれ奉仕するのは、また正当に奉仕することだという〔法〕をもち、そして一方は思慮とほかの徳に寄与することができ、他方は教育とほかの知恵を得ることを必要とするとき、そのとき、これらの法が同じところへ集まって、ただそこにおいてだけ、愛される少年が恋する者に身を任せるのが美しいということが起こるのであり、ほかのどこにおいてもそうではない。このことについては、欺かれることさえ何も醜くはない。だがほかのすべてのことについては、欺かれる者にも欺かれない者にも恥をもたらす。というのも、もし誰かが、恋する者を金持ちだと思って、富のために身を任せ、その恋する者が貧乏人だとわかって金を受け取れず、欺かれたとしても、少しも醜さが減りはしないのだ。というのも、そのような者は、少なくとも自分の側のことを示したと思われるのだから。すなわち、金のためなら誰にでも何であれ仕えるだろうということを。そしてそれは美しいことではない。同じ理によって、もし誰かが、善い者だと思って身を任せ、その恋する者の友情によって自分もよりよい者になるだろうと思っていて、その者が悪い者で徳をもっていないとわかって欺かれたとしても、それでもその欺きは美しいのだ。というのも、この者もまた、自分の側のことを明らかにしたと思われるのだから。すなわち、徳のため、よりよい者になるためなら、誰にでも何であれ熱心にしようとするだろうということを。そしてそれこそ、あらゆることのうちで最も美しい。こうして、徳のために身を任せるのは、あらゆる点で、まったく美しいのだ。これこそが天上の女神のエロースであり、天上的で、国にとっても私人にとっても大いに価値あるものであって、恋する者自身にも愛される者にも、徳に向けて自分自身に多くの気づかいをするよう強いるのだ。そしてほかのすべては、もう一方の女神、すなわち万民の女神のものだ。パイドロス、エロースについて、即興としてではあるが、私が君に寄せるのはこれだけだ」と彼は言った。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、論理関係を可能な限り残した逐語寄りの独自訳です。『饗宴』は、アポロドロスがアリストデモスから聞いた宴の様子を語り伝える形式で書かれているため、話者表示は付けず、演説や会話はかぎかっこで示しています。引用される詩句は、ヘシオドス『神統記』116行以下、パルメニデスの断片、ホメロス『イリアス』10巻482行・15巻262行です(Perseus の電子テキストに混じっていた出典の番号は、原文からは除いています)。

序章の結びで、宴の一同は右回りにエロースを讃える演説をすることに決めました。この部分の後には、エリュクシマコスとアリストパネスの演説(第2部)が続きます。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ序章 饗宴の物語が語られるまで目次へ戻る次へ →第2部 エリュクシマコスとアリストパネスの演説

PR関連する本

  • 饗宴 (光文社古典新訳文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について