Τὸ καλὸν ἔστι μὲν ἐν ὄψει πλεῖστον, ἔστι δ᾽ ἐν ἀκοαῖς κατά τε λόγων συνθέσεις, ἔστι δὲ καὶ ἐν μουσικῆι καὶ ἁπάσηι· καὶ γὰρ μέλη καὶ ῥυθμοί εἰσι καλοί· ἔστι δὲ καὶ προιοῦσι πρὸς τὸ ἄνω ἀπὸ τῆς αἰσθήσεως καὶ ἐπιτηδεύματα καλὰ καὶ πράξεις καὶ ἕξεις καὶ ἐπιστῆμαί τε καὶ τὸ τῶν ἀρετῶν κάλλος. Εἰ δέ τι καὶ πρὸ τούτων, αὐτὸ δείξει. Τί οὖν δὴ τὸ πεποιηκὸς καὶ τὰ σώματα καλὰ φαντάζεσθαι καὶ τὴν ἀκοὴν ἐπινεύειν ταῖς φωναῖς, ὡς καλαί; Καὶ ὅσα ἐφεξῆς ψυχῆς ἔχεται, πῶς ποτε πάντα καλά; Καὶ ἆρά γε ἑνὶ καὶ τῶι αὐτῶι καλῶι τὰ πάντα, ἢ ἄλλο μὲν ἐν σώματι τὸ κάλλος, ἄλλο δὲ ἐν ἄλλωι; Καὶ τίνα ποτὲ ταῦτα ἢ τοῦτο; Τὰ μὲν γὰρ οὐ παρ᾽ αὐτῶν τῶν ὑποκειμένων καλά, οἷον τὰ σώματα, ἀλλὰ μεθέξει, τὰ δὲ κάλλη αὐτά, ὥσπερ ἀρετῆς ἡ φύσις. Σώματα μὲν γὰρ τὰ αὐτὰ ὁτὲ μὲν καλά, ὁτὲ δὲ οὐ καλὰ φαίνεται, ὡς ἄλλου ὄντος τοῦ σώματα εἶναι, ἄλλου δὲ τοῦ καλά. Τί οὖν ἐστι τοῦτο τὸ παρὸν τοῖς σώμασι; Πρῶτον γὰρ περὶ τούτου σκεπτέον. Τί οὖν ἐστιν, ὃ κινεῖ τὰς ὄψεις τῶν θεωμένων καὶ ἐπιστρέφει πρὸς αὑτὸ καὶ ἕλκει καὶ εὐφραίνεσθαι τῆι θέαι ποιεῖ; Τοῦτο γὰρ εὑρόντες τάχ᾽ ἂν ἐπιβάθραι αὐτῶι χρώμενοι καὶ τὰ ἄλλα θεασαίμεθα. Λέγεται μὲν δὴ παρὰ πάντων, ὡς εἰπεῖν, ὡς συμμετρία τῶν μερῶν πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον τό τε τῆς εὐχροίας προστεθὲν τὸ πρὸς τὴν ὄψιν κάλλος ποιεῖ καὶ ἔστιν αὐτοῖς καὶ ὅλως τοῖς ἄλλοις πᾶσι τὸ καλοῖς εἶναι τὸ συμμέτροις καὶ μεμετρημένοις ὑπάρχειν· οἷς ἁπλοῦν οὐδέν, μόνον δὲ τὸ σύνθετον ἐξ ἀνάγκης καλὸν ὑπάρξει· τό τε ὅλον ἔσται καλὸν αὐτοῖς, τὰ δὲ μέρη ἕκαστα οὐχ ἕξει παρ᾽ ἑαυτῶν τὸ καλὰ εἶναι, πρὸς δὲ τὸ ὅλον συντελοῦντα, ἵνα καλὸν ἦι· καίτοι δεῖ, εἴπερ ὅλον, καὶ τὰ μέρη καλὰ εἶναι· οὐ γὰρ δὴ ἐξ αἰσχρῶν, ἀλλὰ πάντα κατειληφέναι τὸ κάλλος. Τά τε χρώματα αὐτοῖς τὰ καλά, οἷον καὶ τὸ τοῦ ἡλίου φῶς, ἁπλᾶ ὄντα, οὐκ ἐκ συμμετρίας ἔχοντα τὸ κάλλος ἔξω ἔσται τοῦ καλὰ εἶναι. Χρυσός τε δὴ πῶς καλόν; Καὶ νυκτὸς ἡ ἀστραπὴ ἢ ἄστρα ὁρᾶσθαι τῶι καλά; Ἐπί τε τῶν φωνῶν ὡσαύτως τὸ ἁπλοῦν οἰχήσεται, καίτοι ἑκάστου φθόγγου πολλαχῆι τῶν ἐν τῶι ὅλωι καλῶι καλοῦ καὶ αὐτοῦ ὄντος. Ὅταν δὲ δὴ καὶ τῆς αὐτῆς συμμετρίας μενούσης ὁτὲ μὲν καλὸν τὸ αὐτὸ πρόσωπον, ὁτὲ δὲ μὴ φαίνηται, πῶς οὐκ ἄλλο δεῖ ἐπὶ τῶι συμμέτρωι λέγειν τὸ καλὸν εἶναι, καὶ τὸ σύμμετρον καλὸν εἶναι δι᾽ ἄλλο; Εἰ δὲ δὴ μεταβαίνοντες καὶ ἐπὶ τὰ ἐπιτηδεύματα καὶ τοὺς λόγους τοὺς καλοὺς τὸ σύμμετρον καὶ ἐπ᾽ αὐτῶν αἰτιῶιντο, τίς ἂν λέγοιτο ἐν ἐπιτηδεύμασι συμμετρία καλοῖς ἢ νόμοις ἢ μαθήμασιν ἢ ἐπιστήμαις; Θεωρήματα γὰρ σύμμετρα πρὸς ἄλληλα πῶς ἂν εἴη; Εἰ δ᾽ ὅτι σύμφωνά ἐστι, καὶ κακῶν ἔσται ὁμολογία τε καὶ συμφωνία. Τῶι γὰρ τὴν σωφροσύνην ἠλιθιότητα εἶναι τὸ τὴν δικαιοσύνην γενναίαν εἶναι εὐήθειαν σύμφωνον καὶ συνωιδὸν καὶ ὁμολογεῖ πρὸς ἄλληλα. Κάλλος μὲν οὖν ψυχῆς ἀρετὴ πᾶσα καὶ κάλλος ἀληθινώτερον ἢ τὰ πρόσθεν· ἀλλὰ πῶς σύμμετρα; Οὔτε γὰρ ὡς μεγέθη οὔτε ὡς ἀριθμὸς σύμμετρα· καὶ πλειόνων μερῶν τῆς ψυχῆς ὄντων, ἐν ποίωι γὰρ λόγωι ἡ σύνθεσις ἢ ἡ κρᾶσις τῶν μερῶν ἢ τῶν θεωρημάτων; Τὸ δὲ τοῦ νοῦ κάλλος μονουμένου τί ἂν εἴη;
美はとりわけ視覚のうちにあるが、また聴覚のうちにも、言葉の組み合わせにしたがって、また音楽のうちにも、しかもあらゆる音楽のうちにある。というのも、旋律もリズムも美しいからである。さらに、感覚から上へと進む者たちにとっては、美しい営みも行為も状態も、学問も、そして徳の美もある。もしこれらより前に何かがあるとすれば、それはおのずから示されるであろう。では、物体が美しく思い描かれ、聴覚が音声を美しいものとして認めるようにさせたのは、いったい何であろうか。そして魂に次々と結びつくかぎりのものは、いったいどのようにしてすべて美しいのか。そして、すべてのものは一つの同じ美によって〔美しい〕のか、それとも、物体における美と他のものにおける美とは別のものなのか。そしてそれらは、あるいはそれは、いったい何であるのか。というのも、あるものは、たとえば物体のように、その基体そのものによってではなく分有によって美しく、あるものは、徳の本性のように、美そのものだからである。実際、同じ物体が、あるときは美しく、あるときは美しくないように見える。物体であることと美しいこととは別のことであるかのように。それでは、物体に臨在するこのものは何であるか。まずこれについて考察しなければならない。では、見る者たちの目を動かし、自らへと向け変えさせ、引き寄せ、観照において喜ばせるものは何であるか。というのも、これを見いだせば、おそらく私たちはそれを足がかりとして用い、他のものをも観照するであろうから。 さて、いわばすべての人によって、次のように言われている。部分どうしの、また全体に対する均整が、色の美しさが加わって、視覚にとっての美を作るのであり、それらにとっても、総じて他のすべてのものにとっても、美しくあるとは、均整がとれ、測られていることである、と。この人々にとっては、単純なものは何一つ美しくなく、ただ合成されたものだけが必然的に美しいことになる。そして彼らにとって全体は美しいが、各部分はそれ自身から美しさをもつのではなく、全体に寄与して、それが美しくあるようにするのである。しかし、もし全体が〔美しい〕ならば、部分もまた美しくなければならない。醜いものから成るのではなく、すべてが美をとらえているのでなければならないのだから。また彼らにとって、美しい色、たとえば太陽の光は、単純であって均整から美をもつのではないので、美しくあることの外にあることになろう。また黄金はどのようにして美しいのか。夜の稲妻や星々は、どうして見るに美しいのか。音声においても同じように単純なものは消え去るであろう。しかし全体において美しいもののうちの各々の音が、しばしばそれ自体でも美しいのである。そして、同じ均整がとどまっているのに、同じ顔があるときは美しく、あるときはそう見えないとき、美しいことは均整のあるものの上にある別のものであり、均整のあるものは別のものによって美しいのだと、どうして言わずにいられようか。さらに、もし人々が営みや美しい言葉に移って、そこでも均整を原因とするならば、美しい営みや法や学科や学問における均整とは何と言われるであろうか。観照の対象が互いにどのようにして均整がとれうるであろうか。もし調和しているからだと言うのなら、悪いものどうしの一致と調和もあるであろう。節制は愚かさであるということと、正義は高貴な愚直さであるということとは、調和し、声を合わせ、互いに一致しているのだから。さて、魂の美とはあらゆる徳であり、先のものより真実な美である。しかし、それはどのようにして均整がとれているのか。大きさとしても数としても均整がとれているのではない。また魂には多くの部分があるが、部分の、あるいは観照の対象の合成あるいは混合は、どのような比においてなされるのか。そして、ただ独りある知性の美とは、いったい何であろうか。

コメント
まだコメントはありません。
コメントを読み込んでいます…