Τί ποτε ἄρα ἐστὶ τὸ πεποιηκὸς τὰς ψυχὰς πατρὸς θεοῦ ἐπιλαθέσθαι, καὶ μοίρας ἐκεῖθεν οὔσας καὶ ὅλως ἐκείνου ἀγνοῆσαι καὶ ἑαυτὰς καὶ ἐκεῖνον; Ἀρχὴ μὲν οὖν αὐταῖς τοῦ κακοῦ ἡ τόλμα καὶ ἡ γένεσις καὶ ἡ πρώτη ἑτερότης καὶ τὸ βουληθῆναι δὲ ἑαυτῶν εἶναι. Τῶι δὴ αὐτεξουσίωι ἐπειδήπερ ἐφάνησαν ἡσθεῖσαι, πολλῶι τῶι κινεῖσθαι παρ᾽ αὐτῶν κεχρημέναι, τὴν ἐναντίαν δραμοῦσαι καὶ πλείστην ἀπόστασιν πεποιημέναι, ἠγνόησαν καὶ ἑαυτὰς ἐκεῖθεν εἶναι· ὥσπερ παῖδες εὐθὺς ἀποσπασθέντες ἀπὸ πατέρων καὶ πολὺν χρόνον πόρρω τραφέντες ἀγνοοῦσι καὶ ἑαυτοὺς καὶ πατέρας. Οὔτ᾽ οὖν ἔτι ἐκεῖνον οὔτε ἑαυτὰς ὁρῶσαι, ἀτιμάσασαι ἑαυτὰς ἀγνοίαι τοῦ γένους, τιμήσασαι τἆλλα καὶ πάντα μᾶλλον ἢ ἑαυτὰς θαυμάσασαι καὶ πρὸς αὐτὰ ἐκπλαγεῖσαι καὶ ἀγασθεῖσαι καὶ ἐξηρτημέναι τούτων, ἀπέρρηξαν ὡς οἷόν τε ἑαυτὰς ὧν ἀπεστράφησαν ἀτιμάσασαι· ὥστε συμβαίνει τῆς παντελοῦς ἀγνοίας ἐκείνου ἡ τῶνδε τιμὴ καὶ ἡ ἑαυτῶν ἀτιμία εἶναι αἰτία. Ἅμα γὰρ διώκεται ἄλλο καὶ θαυμάζεται, καὶ τὸ θαυμάζον καὶ διῶκον ὁμολογεῖ χεῖρον εἶναι· χεῖρον δὲ αὐτὸ τιθέμενον γιγνομένων καὶ ἀπολλυμένων ἀτιμότατόν τε καὶ θνητότατον πάντων ὧν τιμᾶι ὑπολαμβάνον οὔτε θεοῦ φύσιν οὔτε δύναμιν ἄν ποτε ἐν θυμῶι βάλοιτο. Διὸ δεῖ διττὸν γίγνεσθαι τὸν λόγον πρὸς τοὺς οὕτω διακειμένους, εἴπερ τις ἐπιστρέψει αὐτοὺς εἰς τὰ ἐναντία καὶ τὰ πρῶτα καὶ ἀνάγοι μέχρι τοῦ ἀκροτάτου καὶ ἑνὸς καὶ πρώτου. Τίς οὖν ἑκάτερος; Ὁ μὲν δεικνὺς τὴν ἀτιμίαν τῶν νῦν ψυχῆι τιμωμένων, ὃν ἐν ἄλλοις δίιμεν ἐπιπλέον, ὁ δὲ διδάσκων καὶ ἀναμιμνήσκων τὴν ψυχὴν οἷον τοῦ γένους καὶ τῆς ἀξίας, ὃς πρότερός ἐστιν ἐκείνου καὶ σαφηνισθεὶς κἀκεῖνον δηλώσει. Περὶ οὗ νῦν λεκτέον· ἐγγὺς γὰρ οὗτος τοῦ ζητουμένου καὶ πρὸ ἔργου πρὸς ἐκεῖνον. Τὸ γὰρ ζητοῦν ἐστι ψυχή, καὶ τί ὂν ζητεῖ γνωστέον αὐτῆι, ἵνα αὑτὴν πρότερον μάθηι, εἰ δύναμιν ἔχει τοῦ τὰ τοιαῦτα ζητεῖν, καὶ εἰ ὄμμα τοιοῦτον ἔχει, οἷον ἰδεῖν, καὶ εἰ προσήκει ζητεῖν. Εἰ μὲν γὰρ ἀλλότρια, τί δεῖ; Εἰ δὲ συγγενῆ, καὶ προσήκει καὶ δύναται εὑρεῖν.
いったい何が、魂たちに父なる神を忘れさせ、かしこからの分け前であり、まったくかのものに属するものでありながら、自らをもかのものをも知らないようにさせたのか。さて、魂たちにとっての悪の始まりは、大胆さと生成と最初の他者性、そして自らのものであろうと望んだことである。そこで、自らの自由な権能に喜んでいることが明らかになったので、自らによって動くことを大いに用い、反対の方向へ走り、最も大きな隔たりを作って、自分たちがかしこからのものであることさえ知らなくなった。ちょうど子どもたちが、すぐに父親たちから引き離され、長い時間遠くで育てられて、自分自身をも父親たちをも知らないように。こうして、もはやかのものをも自らをも見ずに、種族を知らないことによって自らを軽んじ、他のものを尊び、自らよりもむしろあらゆるものに驚嘆し、それらに心を奪われ、感嘆し、それらにすがりついて、自らが背を向けたものから、それを軽んじて、できるかぎり自らを引き裂いてしまった。したがって、かのものについての全き無知の原因は、こちらのものを尊ぶことと自らを軽んじることであるということになる。なぜなら、他のものが追い求められ驚嘆されると同時に、驚嘆し追い求めるものは、自らがより劣っていることを認めるからである。そして、自らを生成し消滅するものよりも劣るものとして立て、自らが尊ぶすべてのもののうちで最も価値がなく最も死すべきものと見なすならば、神の本性も力も決して心に抱くことはないであろう。 それゆえ、このような状態にある者たちに対しては、言論は二重でなければならない――もし誰かが彼らを反対のもの、最初のものへと向け変え、最高の、一なる、最初のものにまで導き上げようとするのであれば。では、それぞれはどのようなものか。一つは、現在魂によって尊ばれているものの価値のなさを示すもので、これについては別のところでより詳しく論じる。もう一つは、魂に、いわばその種族と価値とを教え、思い出させるもので、これは前者より先のものであり、明らかにされれば前者をも明らかにするであろう。今語るべきはこれについてである。というのも、これは探求されているものに近く、かのものに向けて役立つものだからである。なぜなら、探求しているものは魂であり、魂は、自らが何であって探求しているのかを知らねばならない。まず自らを学んで、そのようなものを探求する力をもつかどうか、見るためのそのような目をもつかどうか、そして探求するのがふさわしいかどうかを〔知るために〕。もし〔それらが〕異質なものであるならば、何の必要があろうか。しかしもし同族のものであるならば、〔探求するのが〕ふさわしく、また見いだすこともできる。

コメント
まだコメントはありません。
コメントを読み込んでいます…