Πάντα τὰ ὄντα τῶι ἑνί ἐστιν ὄντα, ὅσα τε πρώτως ἐστὶν ὄντα, καὶ ὅσα ὁπωσοῦν λέγεται ἐν τοῖς οὖσιν εἶναι. Τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; Ἐπείπερ ἀφαιρεθέντα τοῦ ἓν ὃ λέγεται οὐκ ἔστιν ἐκεῖνα. Οὔτε γὰρ στρατὸς ἔστιν, εἰ μὴ ἓν ἔσται, οὔτε χορὸς οὔτε ἀγέλη μὴ ἓν ὄντα. Ἀλλ᾽ οὐδὲ οἰκία ἢ ναῦς τὸ ἓν οὐκ ἔχοντα, ἐπείπερ ἡ οἰκία ἓν καὶ ἡ ναῦς, ὃ εἰ ἀποβάλοι, οὔτ᾽ ἂν ἡ οἰκία ἔτι οἰκία οὔτε ἡ ναῦς. Τὰ τοίνυν συνεχῆ μεγέθη, εἰ μὴ τὸ ἓν αὐτοῖς παρείη, οὐκ ἂν εἴη· τμηθέντα γοῦν, καθόσον τὸ ἓν ἀπόλλυσιν, ἀλλάσσει τὸ εἶναι. Καὶ δὴ καὶ τὰ τῶν φυτῶν καὶ ζώιων σώματα ἓν ὄντα ἕκαστα εἰ φεύγοι τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν αὐτῶν, ἣν εἶχεν, ἀπώλεσεν οὐκέτι ὄντα ἃ ἦν, ἄλλα δὲ γενόμενα καὶ ἐκεῖνα, ὅσα ἕν ἐστι. Καὶ ἡ ὑγίεια δέ, ὅταν εἰς ἓν συνταχθῆι τὸ σῶμα, καὶ κάλλος, ὅταν ἡ τοῦ ἑνὸς τὰ μόρια κατάσχηι φύσις· καὶ ἀρετὴ δὲ ψυχῆς, ὅταν εἰς ἓν καὶ εἰς μίαν ὁμολογίαν ἑνωθῆι. Ἆρ᾽ οὖν, ἐπειδὴ ψυχὴ τὰ πάντα εἰς ἓν ἄγει δημιουργοῦσα καὶ πλάττουσα καὶ μορφοῦσα καὶ συντάττουσα, ἐπὶ ταύτην ἐλθόντας δεῖ λέγειν, ὡς αὕτη τὸ ἓν χορηγεῖ καὶ αὕτη ἐστι τὸ ἕν; Ἢ ὥσπερ τὰ ἄλλα χορηγοῦσα τοῖς σώμασιν οὐκ ἔστιν αὐτὴ ὃ δίδωσιν, οἷον μορφὴ καὶ εἶδος, ἀλλ᾽ ἕτερα αὐτῆς, οὕτω χρή, εἰ καὶ ἓν δίδωσιν, ἕτερον ὂν αὐτῆς νομίζειν αὐτὴν διδόναι καὶ πρὸς τὸ ἓν βλέπουσαν ἓν ἕκαστον ποιεῖν, ὥσπερ καὶ πρὸς ἄνθρωπον ἄνθρωπον, συλλαμβάνουσαν μετὰ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῶι ἕν. Τῶν γὰρ ἓν λεγομένων οὕτως ἕκαστόν ἐστιν ἕν, ὡς ἔχει καὶ ὅ ἐστιν, ὥστε τὰ μὲν ἧττον ὄντα ἧττον ἔχειν τὸ ἕν, τὰ δὲ μᾶλλον μᾶλλον. Καὶ δὴ καὶ ψυχὴ ἕτερον οὖσα τοῦ ἑνὸς μᾶλλον ἔχει κατὰ λόγον τοῦ μᾶλλον καὶ ὄντως εἶναι τὸ μᾶλλον ἕν. Οὐ μὴν αὐτὸ τὸ ἕν· ψυχὴ γὰρ μία καὶ συμβεβηκός πως τὸ ἕν, καὶ δύο ταῦτα ψυχὴ καὶ ἕν, ὥσπερ σῶμα καὶ ἕν. Καὶ τὸ μὲν διεστηκός, ὥσπερ χορός, πορρωτάτω τοῦ ἕν, τὸ δὲ συνεχὲς ἐγγυτέρω· ψυχὴ δὲ ἔτι μᾶλλον κοινωνοῦσα καὶ αὐτή. Εἰ δ᾽ ὅτι ἄνευ τοῦ ἓν εἶναι οὐδ᾽ ἂν ψυχὴ εἴη, ταύτηι εἰς ταὐτόν τις ἄγει ψυχὴν καὶ τὸ ἕν, πρῶτον μὲν καὶ τὰ ἄλλα [ἅ] ἐστιν ἕκαστα μετὰ τοῦ ἓν εἶναί ἐστιν· ἀλλ᾽ ὅμως ἕτερον αὐτῶν τὸ ἕν – οὐ γὰρ ταὐτὸν σῶμα καὶ ἕν, ἀλλὰ τὸ σῶμα μετέχει τοῦ ἕν – ἔπειτα δὲ πολλὴ ἡ ψυχὴ καὶ ἡ μία κἂν εἰ μὴ ἐκ μερῶν· πλεῖσται γὰρ δυνάμεις ἐν αὐτῆι, λογίζεσθαι, ὀρέγεσθαι, ἀντιλαμβάνεσθαι, ἃ τῶι ἑνὶ ὥσπερ δεσμῶι συνέχεται. Ἐπάγει μὲν δὴ ψυχὴ τὸ ἓν ἓν οὖσα καὶ αὐτὴ ἄλλωι· πάσχει δὲ τοῦτο καὶ αὐτὴ ὑπ᾽ ἄλλου.
存在するものはすべて、一によって存在するものである――第一義的に存在するものも、何らかの仕方で存在するもののうちにあると言われるものも。というのも、もし一でなければ、いったい何であろうか。なぜなら、言われるところの一を奪われれば、それらはそれらではないからである。実際、軍隊も、一でなければ存在せず、合唱隊も家畜の群れも、一でなければ〔存在しない〕。いや、家や船も、一をもたなければ〔存在しない〕。家は一であり、船も〔一である〕のだから、もしそれを失えば、家はもはや家ではなく、船も〔船では〕ない。さて、連続した大きさも、もし一がそれらに臨在しなければ、存在しないであろう。少なくとも、切断されれば、一を失うかぎりにおいて存在を変える。そしてまた、植物や動物の身体も、各々一であるが、もし一から逃れて多へと砕かれるならば、自らがもっていた実体を失い、もはや以前のものではなく、別のものとなるのであり、それらもまた一であるかぎりのものとなる。健康もまた、身体が一へと秩序づけられるときに〔ある〕。美も、一の本性が部分を統べるときに〔ある〕。魂の徳もまた、一へと、一つの調和へと一つにされるときに〔ある〕。 では、魂は万物を製作し、形成し、形づくり、秩序づけながら一へと導くのであるから、魂のところまで来て、魂が一を供給するのであり、魂自身が一であると言うべきであろうか。あるいは、魂は身体に他のもの、たとえば形や形相を供給しながら、自らが与えるものそのものではなく、それらは魂とは別のものであるように、同じように、魂が一を与えるとしても、自らとは別のものを与えるのだと考え、一に目を向けて各々を一にするのだと〔考えねばならない〕。ちょうど人間に目を向けて人間を〔作り〕、人間とともにその内にある一をもとらえるように。というのも、一と言われるもののうちで、各々は、自らであるところのものをもっているのと同じ程度に一なのであり、したがって、より少なく存在するものはより少なく一をもち、より多く〔存在するもの〕はより多く〔もつ〕からである。そしてまた魂も、一とは別のものでありながら、より多く、また真に存在するという比例に応じて、より多く一をもつ。しかし一そのものではない。なぜなら、魂は一つであり、一はいわば付帯するものであって、魂と一とは二つのもの、ちょうど身体と一のようなものだからである。そして、合唱隊のように離れて立っているものは一から最も遠く、連続したものはより近い。魂はそれ自体さらにより多くあずかっている。しかし、もし一であることなしには魂も存在しないであろうという理由で、人が魂と一とを同じものへと結びつけるならば、まず第一に、他のものもまた、各々が存在するのは一であることとともにである。それにもかかわらず、一はそれらとは別のものである――身体と一とは同じではなく、身体は一にあずかっているのだから――。次に、魂は、たとえ部分から成っていないとしても、一つでありながら多である。というのも、魂のうちには推論する、欲求する、把握するといった非常に多くの力があり、それらは一によって、いわば縛めによってまとめられているからである。こうして魂は、自らも一であって、他のものに一をもたらすが、自らもまたこのことを他のものから被っているのである。

コメント
まだコメントはありません。
コメントを読み込んでいます…