ἐν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἁψάμενοι πρῶτοι ταῦτά τε προήγαγον, καὶ ἐντραφέντες ἐν αὐτοῖς τὰς τούτων ἀρχὰς τῶν ὄντων ἀρχὰς ᾠήθησαν εἶναι πάντων. ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι, ἐν δὲ τούτοις ἐδόκουν θεωρεῖν ὁμοιώματα πολλὰ τοῖς οὖσι καὶ γιγνομένοις, μᾶλλον ἢ ἐν πυρὶ καὶ γῇ καὶ ὕδατι, ὅτι τὸ μὲν τοιονδὶ τῶν ἀριθμῶν πάθος δικαιοσύνη τὸ δὲ τοιονδὶ ψυχή τε καὶ νοῦς ἕτερον δὲ καιρὸς καὶ τῶν ἄλλων ὡς εἰπεῖν ἕκαστον ὁμοίως, ἔτι δὲ τῶν ἁρμονιῶν ἐν ἀριθμοῖς ὁρῶντες τὰ πάθη καὶ τοὺς λόγους,—ἐπεὶ δὴ τὰ μὲν ἄλλα τοῖς ἀριθμοῖς ἐφαίνοντο τὴν φύσιν ἀφωμοιῶσθαι πᾶσαν, οἱ δʼ ἀριθμοὶ πάσης τῆς φύσεως πρῶτοι, τὰ τῶν ἀριθμῶν στοιχεῖα τῶν ὄντων στοιχεῖα πάντων ὑπέλαβον εἶναι, καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν εἶναι καὶ ἀριθμόν· καὶ ὅσα εἶχον ὁμολογούμενα ἔν τε τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις πρὸς τὰ τοῦ οὐρανοῦ πάθη καὶ μέρη καὶ πρὸς τὴν ὅλην διακόσμησιν, ταῦτα συνάγοντες ἐφήρμοττον. κἂν εἴ τί που διέλειπε, προσεγλίχοντο τοῦ συνειρομένην πᾶσαν αὐτοῖς εἶναι τὴν πραγματείαν· λέγω δʼ οἷον, ἐπειδὴ τέλειον ἡ δεκὰς εἶναι δοκεῖ καὶ πᾶσαν περιειληφέναι τὴν τῶν ἀριθμῶν φύσιν, καὶ τὰ φερόμενα κατὰ τὸν οὐρανὸν δέκα μὲν εἶναί φασιν, ὄντων δὲ ἐννέα μόνον τῶν φανερῶν διὰ τοῦτο δεκάτην τὴν ἀντίχθονα ποιοῦσιν. διώρισται δὲ περὶ τούτων ἐν ἑτέροις ἡμῖν ἀκριβέστερον. ἀλλʼ οὗ δὴ χάριν ἐπερχόμεθα, τοῦτό ἐστιν ὅπως λάβωμεν καὶ παρὰ τούτων τίνας εἶναι τιθέασι τὰς ἀρχὰς καὶ πῶς εἰς τὰς εἰρημένας ἐμπίπτουσιν αἰτίας. φαίνονται δὴ καὶ οὗτοι τὸν ἀριθμὸν νομίζοντες ἀρχὴν εἶναι καὶ ὡς ὕλην τοῖς οὖσι καὶ ὡς πάθη τε καὶ ἕξεις, τοῦ δὲ ἀριθμοῦ στοιχεῖα τό τε ἄρτιον καὶ τὸ περιττόν, τούτων δὲ τὸ μὲν πεπερασμένον τὸ δὲ ἄπειρον, τὸ δʼ ἓν ἐξ ἀμφοτέρων εἶναι τούτων (καὶ γὰρ ἄρτιον εἶναι καὶ περιττόν), τὸν δʼ ἀριθμὸν ἐκ τοῦ ἑνός, ἀριθμοὺς δέ, καθάπερ εἴρηται, τὸν ὅλον οὐρανόν.
これらの人々と同時に、またそれ以前に、ピタゴラス派と呼ばれる人々は、数学的諸学に手を着けて、初めてそれらを前進させた。そしてそれらのうちで育てられたので、それらの原理が、あらゆる存在するものの原理であると考えた。ところで、これらのうちでは数が本性上第一のものであり、また彼らには、火や土や水のうちによりも、数のうちにこそ、存在するものや生成するものに似たところが多く見てとれるように思われたので――たとえば、数のこれこれの性質(パトス)は正義であり、これこれの性質は魂であり知性であり、別のものは好機(カイロス)であり、その他のものも、いわばそれぞれ同様である、というように――、さらにまた、音階(ハルモニア)の性質や比(ロゴス)も数のうちにあるのを見てとったので、――このように、他のものはその本性全体において数に似せられているように見え、数はあらゆる自然のうちで第一のものであるように見えたので、彼らは、数の要素があらゆる存在するものの要素であると想定し、天全体が音階(ハルモニア)であり数であると想定したのである。そして、数や音階のうちで、天の性質や部分や、その全体の秩序づけと一致していると示せるものがあれば、それらを集めて当てはめた。そしてもしどこかに何か欠けているところがあれば、自分たちの研究全体が一続きにつながったものとなるように、熱心にそれを補おうとした。私の言うのは、たとえばこういうことである。十という数は完全なものであり、数の本性全体を包み込んでいると思われるので、天空を運行するものも十あると彼らは言うのであるが、目に見えるものは九つしかないので、そのために十番目のものとして「対地星(アンティクトーン)」を作り出すのである。これらについては、他のところで私たちによってより厳密に規定されている。しかし私たちがこれらの人々を取り上げる目的は、彼らからもまた、彼らがどのようなものを原理として立てているのか、そしてそれがどのようにして先に述べた諸原因のうちに入ってくるのかを把握することにある。さて、明らかにこの人々も、数を原理であると考えており、それも、存在するものにとっての素材(ヒュレー)としての原理、またその性質や状態としての原理であると考えている。そして数の要素は偶数と奇数であり、これらのうち一方は限られたもの、他方は限りのないものであり、一(ヘン)はこれら両方からなり(というのも、それは偶数でもあり奇数でもあるから)、数は一から生じ、そして、先に言われたように、天全体は数である、と考えている。

コメント
まだコメントはありません。
コメントを読み込んでいます…