Φανερὸν δʼ ἐκ τούτων ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων ἁρμονίαν, ὡς συμφώνων γινομένων τῶν ψόφων, κομψῶς μὲν εἴρηται καὶ περιττῶς ὑπὸ τῶν εἰπόντων, οὐ μὴν οὕτως ἔχει τἀληθές. δοκεῖ γάρ τισιν ἀναγκαῖον εἶναι τηλικούτων φερομένων σωμάτων γίγνεσθαι ψόφον, ἐπεὶ καὶ τῶν παρʼ ἡμῖν οὔτε τοὺς ὄγκους ἐχόντων ἴσους οὔτε τοιούτῳ τάχει φερομένων, ἡλίου δὲ καὶ σελήνης, ἔτι τε τοσούτων τὸ πλῆθος ἄστρων καὶ τὸ μέγεθος φερομένων τῷ τάχει τοιαύτην φορὰν ἀδύνατον μὴ γίγνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος. ὑποθέμενοι δὲ ταῦτα καὶ τὰς ταχυτῆτας ἐκ τῶν ἀποστάσεων ἔχειν τοὺς τῶν συμφωνιῶν λόγους, ἐναρμόνιόν φασι γίγνεσθαι τὴν φωνὴν φερομένων κύκλῳ τῶν ἄστρων. ἐπεὶ δʼ ἄλογον δοκεῖ τὸ μὴ συνακούειν ἡμᾶς τῆς φωνῆς ταύτης, αἴτιον τούτου φασὶν εἶναι τὸ γιγνομένοις εὐθὺς ὑπάρχειν τὸν ψόφον, ὥστε μὴ διάδηλον εἶναι πρὸς τὴν ἐναντίαν σιγήν· πρὸς ἄλληλα γὰρ φωνῆς καὶ σιγῆς εἶναι τὴν διάγνωσιν, ὥστε καθάπερ τοῖς χαλκοτύποις διὰ συνήθειαν οὐθὲν δοκεῖ διαφέρειν, καὶ τοῖς ἀνθρώποις ταὐτὸ συμβαίνειν. ταῦτα δή, καθάπερ εἴρηται πρότερον, ἐμμελῶς μὲν λέγεται καὶ μουσικῶς, ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον.
これらのことから明らかなのは、運行するものの〔音の〕響きが協和するものとなることによって音階(ハルモニア)が生じる、と言うことも、そう語った人々によって気の利いた、並外れた仕方で語られてはいるが、真実はそうではない、ということである。すなわち、ある人々には、これほど大きな物体が運行する以上、音が生じるのは必然であると思われている。というのも、私たちのもとにある物体で、それほどの大きさももたず、それほどの速さで運行もしないものからでさえ〔音が生じるの〕だから。まして太陽や月が、さらにはこれほど数が多く大きな星々が、これほどの速さで運行しているのだから、何か途方もない大きさの音が生じないということはありえない、というのである。そしてこのことを想定し、また〔星々の〕速さが、その隔たりにしたがって協和音の比(ロゴス)をもっていると想定して、星々が円を描いて運行するときの声は音階にかなったもの(エンアルモニオン)となる、と彼らは言う。ところが、私たちがこの声を聞いていないというのは不合理に思われるので、その原因は、この音が私たちの生まれたときからすぐにそこにあるので、反対の沈黙と対比してはっきり区別されないことにある、と彼らは言う。声と沈黙の識別は、互いの対比によるのであるから、ちょうど鍛冶屋たちが慣れによって〔音と沈黙のあいだに〕何の違いもないと思うように、人間たちにも同じことが起こっているのだ、というのである。さて、これらのことは、先にも言われたように、調子よく音楽的に語られてはいるが、このようなありかたをしていることは不可能である。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…